Honorific inscription and epigram for the artist Moirias.  Marble block.
[ ] Ionia — Miletos — 2nd c. BC — ArchEph (1931) 116, 13 — SGO 1 (1998) 01/20/14
See also:
1 τὸ κοινὸν τῶν Ἰώνων Μοιρίαν Ἀριστοδή[μου]
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτό.
                               vacat
3       Μοιρίου εἰκόνα τάνδε πόλεις ἔστασαν Ἰώνω[ν]
      εὐκελάδου τέχνας ἄξια μησαμένου.
5       αὐχεῖ δ’ ἄστεα πάντα τὸν εὐσκήνοιο χορείας
      οὕνεκ’ ἀειμνάστων ἁψάμενον στεφάνων.
      θειοτάτα Μίλατε, διάκριτα φῦλα τεχνιτῶν
      θρεψαμένα πρώτα κέκρισαι ἐν θυμέλαις.
Search Help
Contact Us