Decree of the Miletos concerning recognition of the Didymeia Games. Opisthographic stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 210 BC — Syll.³ 590 — IG XII 4,1 153 (a)
See also:
| face A.1 | ἐπὶ Ἱποκράτευς μηνὸς Ἀρτεμιτίου |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, | |
| γνώμη ἐπιστατῶν, Ἡρακλεώτης | |
| Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή- | |
| 5 | μου κατὰ τὰ πάτρια τάς τε πανηγύ- |
| ρεις καὶ τοὺς ἀγῶνας συντελοῦν- | |
| τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι- | |
| δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας | |
| καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι | |
| 10 | τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς |
| τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ- | |
| κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων | |
| οἱ τετευχότες τῶν μεγίστων <διὰ> τῆς | |
| παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι- | |
| 15 | έρωσιν καὶ τὴν ἀσυλίαν ἀνηγόρευ- |
| σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ | |
| τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο- | |
| νείμαντες χάριν, προσήκει δὲ τῶι δή- | |
| μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις | |
| 20 | χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ- |
| ναι τῶν Διδυμείων στεφανίτην καὶ | |
| τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά- | |
| νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν- | |
| τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ- | |
| 25 | νων, δεδόχθαι τῆι βουλῆι ἑλέσθαι πρεσ- |
| βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά- | |
| χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ- | |
| ρεθέντας ἀφικομένους ἀπολογίσασθαι | |
| περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων | |
| 30 | τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι |
| καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων | |
| εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν | |
| καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν | |
| ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε- | |
| 35 | λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας |
| ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν- | |
| τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς | |
| καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν | |
| καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν | |
| 40 | ἀγῶνα στεφανίτην, καὶ τάξαντας |
| τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότα[ς] | |
| ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσε[ται] | |
| συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς [τὸ] | |
| θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴ[ν πόλιν] | |
| 45 | εὐνοίας. πρεσβευταὶ αἱρέθη[σαν] |
| Δημοσθένης Ἐργίνου, Σῖμος Ἀρισ[τοφῶντος]. |