Oracular inquiry of builders concerning construction in the theater and oracle’s response in hexameters.  Upper gallery of the theater; block of porous limestone.
[ ] Ionia — Miletos — late 2nd/early 3rd c. AD — SbBerlin (1904.1) 83-84 — SEG 4.439
See also:
1  οἱ οἰκοδόμοι οἱ περὶ Ε[— c.6 —]ΝΙ[— —]
Ἐπίγονον, ἐργολάβοι τοῦ μέρους τοῦ̣
θεάτρου, οὗ ἐργεπιστατεῖ ὁ προφήτ̣[ης]
[θε]ο̣ῦ Οὐλπιανὸς ἥρως, ἐργοδοτεῖ ὁ ἀ[ρ]-
5 [χι]τέκτων Μηνόφιλος, τὰ εἰλήμ̣α[τα]
[κ]αὶ τὰ τετ[ρ]άετα κατὰ τῶν κειόνων
περιειλῶσιν καὶ ἐνέγκουσ[ιν ἢ] ἄλλην ἐρ̣-
γοδοσίαν σκέπτωνται; / Θεὸς ἔχρησε·
ἐμπεράμοις πινυταῖς δωμήσεσιν εὐτεχνίαις τε
10 εὐπαλάμου φωτός τε ὑποθημοσύναισι φερίστου
χρῆσθαι σύμφορόν ἐστι λιταζομένοις θυσίαισι
Πάλλαδα Τριτογένειαν ἰδ’ ἄλκιμον Ἡρακλ[ῆα].
Search Help
Contact Us