[ ]
Att. — non-stoich. 36-40 — c. 222/1
1 | θεοί. |
ἐπὶ Μενεκράτου ἄρχοντος· Μουν<ι>χιῶνος· ἔδοξεν | |
Ἀθηναίων τ[οῖ]ς στρατευομένοις ἐπὶ Σουνίου· | |
ἐπειδὴ Θεόμνηστος στρατηγὸς χειροτονη- | |
5 | θεὶς ἐπὶ τὴν παρ[αλ]ίαν ἔν τε τοῖς ἄλλοις ἀνέγ- |
κλητος ἐγένετο κ̣α̣ὶ̣ πρὸς τοῖς ὑπάρχουσιν ἱεροῖς | |
προσκατεσκεύασε ναὸν καὶ τέμενος Ἀσκληπι- | |
οῦ· ὅπως ἂν οὖν καὶ οἱ στρατευόμενοι ἐπὶ Σουνί- | |
ου φαίνωνται τἀκόλουθα πράττοντες τῆι Θε[ο]- | |
10 | μνήστου προαιρέσει· ἀγ[αθῆι τύ]χηι δεδόχθ[αι τῶι] |
κοινῶι τῶν [σ]τρατευομέν[ων ἐπὶ Σουνίου τὴς ἐ]- | |
π[ιμέλεια]ν τοῦ ἱερο[ῦ] κατ̣ — — — — — — — — — | |
μ[․․․7․․․ λ]αμβ[ανον]τ — — — — — — — — — — — |