Funerary epigram for Iatrokles.  Marble stele.
[ ] Ionia — Miletos — Değirmentepe — ca. mid-2nd c. BC — W. Peek, GVI I (1955) 427
See also:
1 εὐδόκιμον βιότοιο λαχὼν γέρας ὧδ’ ὑπὸ τύμβωι
κε<ῖ>ται, ἐνὶ ζωοῖς δ’ ἐστὶ ποθεινὸς ἔτι
ἀστοῖς ἠδὲ τέκνῳ καὶ ὁμοζύγῳ· ἀλλὰ τὸ χαίρειν
εἶπον, ὁδῖτα, νέκυν κλεινὸν Ἰατροκλέα.
Search Help
Contact Us