Epitaph and funerary epigram for Batio, daughter of Artemon.  Block of gray marble.
[ ] Ionia — Miletos — mid-2nd c. BC — Chiron 17 (1987) 179-182 — SEG 37.990
left.1                            Βατιὼι Ἀρτέμωνος
                              χρηστὴ χαῖρε.
πικρή μοι λυκάβαντος ἐπήλυθε μοῖρα δυσαίων
οὐλόμενός τε χρόνου μὴν ΑΠΑΤΗΝΟΡΙΩΝ·
5 ὤλεσα γὰρ καὶ πρὶν τέκνου νεοθηλέα βλαστὸν
ὄρφανά τ’ ἐκ πατρὸς δώματα τῶιδ’ ἔσιδον.
ἤδη νῦν ἀχθινὸν ἐπιστρωφήσαιτ’ ἄτρακτον,
Μοῖραι, καὶ ζωὰν πλήσαιτ’ ἐμεῦ τέκεος·
ἀρκεῖ γάρ μοι μικρὸς ὑπὸ χθονὶ παῖς· ὁ δὲ πατρὶ
10 λιπέσθω γήρως καὶ βιότοιο φύλαξ.
right.1 Βατιὼ Πύλωνος,
Ἀρτέμων Εἰρηνίου,
Πύλων Εἰρηνίου,
Μενεσθὼ Εἰρηνίου,
5     Σώπολις Μόσχου,
Ἀπολλώνιος
Μενεσθέως.
Search Help
Contact Us