Funerary epigram for Aristeas, son of Aristeas. Large block (orthostate) of gray marble.
1 | οὗτος ὁ Μιλάτοιο πάτρας πρόμος, οὗτος ὁ δήμου |
ῥυτὴρ καὶ πόλεως ἡνιοχῶν βίοτον, | |
οὗτος ὁ πᾶσιν ἄριστος, ὁ χρυσείοισι κολοσσοῖς | |
τιμαθείς, πάτρας δ’ ἐντὸς ἔχων κτέρεα, | |
5 | πατρὸς Ἀριστέου υἱὸς ὁμώνυμος, οὗ κλέος ἐσθλὸν |
Ἀελίου χρυσέων ἄγχι βέβηκε δίφρων. |