Funerary epigram for Milesians fallen in a battle against Megara.  Round base or column of white marble.
[ ] Ionia — Miletos — early 2nd c. BC — W. Peek, GVI I (1955) 33 — WSt 79 (1966) 218-230
See also:
1 μνῆμα τόδε̣ [φ]θιμ[έ]νων? ἀρετῆς ἕστ[ηκ’] ἐπὶ τῶ̣ν̣δε,
οἳ κ[τάμεν]οι σφετέ[ρ]ην εὐκ̣λέϊσαν π̣[α]τρίδα·
μν̣η̣[μ]ε̣ῖ̣[ο]ν̣ πᾶσαν δὲ καθ’ Ἑλλάδα σύζ̣[υγ]ον ἔργοις
ἀ̣θ̣ά̣νατος μνήμη ζῶσα θανοῦσ[ιν] ἔπι.
5 ἦμ̣ο̣ς̣ καὶ Μεγαρεῦσι συνήραρ̣εν ὄβριμ[ος] Ἄρη<ς>,
Ν̣η̣[λ]είδας μεγάλου ῥ̣υόμενοι πο[λέ]μου
[κατ]θάνομεν προπάροιθεν ἀριστεί̣[η]ς ἀλέγο[ντ]ε̣ς̣,
[ἧι θάν]ατος δόξης ο̣ὐ̣κ̣ ἐμάρανε κλ[έ]ος.
[κ]ε̣ίνων γὰρ πατέρων φέρομεν γέν[ος, οἵ]τε πρὸς ἠ[ῶ]
10 Εὐξεί[ν]ου πόντου τ’ ἐσχατίοιο μυ[χ]ούς
π̣[λ]ω̣τ̣ὸν Ἄ̣ρη στείλαντες ἐπυργ[ώσ]αντο πόλη[α]ς
Νείλου τ’ ἐν π̣ροχοαῖς Ναύ̣κ̣ρ̣ατιν εἱσά[μ]ενοι.
μυρίος αἰὼν μάρτυς, ὅσον κλέος ὁ[π]πότ’ ἔνεικε,
τάν τ’ ἀρετὰν δείξει πᾶσιν ἐπεσσ[ο]μ̣ένοις.
Search Help
Contact Us