Funerary inscription in elegiacs for Milesian dead in Lelantine (?) War; IIb: *Peek, GVI I 33; **Peek, Wiener Studien 79, 1966, pp. 218-230 (ll. 1, 2, 3, 8, 9, 10, 11).  
[ ] GVI I 33
See also:
1 μνῆμα τόδε̣ [φ]θιμ[έ]νων ἀρετῆς ἕστ[ηκ’] ἐπὶ τ̣ῶ̣[ν]δ̣ε,
σφ̣ε̣τ̣έ̣[ρ]η̣ν οἳ κ[τάμεν]οι εὐκ̣λ̣έισαν π̣[α]τ̣ρ̣ίδα
μν̣η̣[μ]ε̣ῖ̣[ο]ν̣· πᾶσαν δὲ καθ’ Ἑλλάδα σύζ̣[υγ]ον ἔργοις
ἀ̣θ̣ά̣νατος μνήμη ζῶσα θανοῦσ[ιν] ἔπι.
5 ἦμ̣ο̣ς καὶ Μεγαρεῦσι συνήραρεν ὄβριμ[ος] Ἄρη<ς>,
[Ν]η̣[λ]είδα̣ς μεγάλου ῥ̣υόμενοι πο[λέ]μου
[κατ]θ̣ανομεν προπάροιθεν ἀριστεί[ας] ἀλέγ̣ο[ντ]ε̣ς̣,
δόξης ο̣ὐ̣κ̣ ἐμάρανε κλ[έ]ο̣ς.
[ἧι θάν]ατος δόξης ο̣ὐ̣κ̣ ἐμάρανε κλ[έ]ο̣ς.
[κ]ε̣ίνων γὰρ πατέρων φέρομεν γέν[ος, οἵ]τε πρὸς ἠ[ῶ]
10 Ε̣ὐ̣ξεί[ν]ου πόντου τ’ ἐσχα̣τ̣ί̣οιο μυ[χ]ούς
π̣[λ]ω̣τ̣ὸν Ἄ̣ρ̣η στείλ̣α̣ντες ἐπυργ[ώσ]αντο πόλη[α]ς,
Ν̣είλο̣υ̣ τ̣’ ἐ̣ν̣ π̣ρ̣οχοαῖς Ναύ̣κ̣ρ̣α̣τ̣ιν̣ ε̣ἱσ̣ά̣[μ]ενοι.
μυρίος αἰὼν μάρτυς, ὅσον κλέος ὁπ[π]ότ’ ἔνεικε,
τάν τ’ ἀρετὰν δείξει πᾶσιν ἐπεσσ[ο]μ̣ένοις.
Search Help
Contact Us