Honorific inscription for L. Nonnius Aristodamos. Statue base of white marble.
[ ]
Kos Isl. — Kos — aft. 54 AD — A. Maiuri, NSER (1925) 462 — F. Canali de Rossi, ISE III (2002) 154
See also:
| 1 | ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]- |
| μασεν Λούκιον Νών̣[ιον Ἀρισ]- | |
| τοκλέους υἱόν, Κορνηλ̣[ία], | |
| Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]- | |
| 5 | ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς] |
| Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]- | |
| βῶς, εὐνόως δὲ καὶ φιλοτείμως ποτ[ε]- | |
| νεχθέντα τᾶι πατρίδι ἱερέα ἐπὶ βίου Τιβερί- | |
| ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ- | |
| 10 | δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε- |
| οῦ καὶ τοῦ Δάμου, ἱερέα κατὰ γένος Πυθο- | |
| [κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβα[σ]- | |
| τὰ Ἀσκλάπεια μεγάλα, πρεσβεύσαν- | |
| τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί- | |
| 15 | δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς |
| καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν | |
| ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν | |
| τᾶς ἐς αὐτόν τὸν δὲ ἀνδριάντα | |
| κατασκευάσαντες ἐκ τῶν ἰδίων ἀνέ- | |
| 20 | θηκαν Νωνία Λουκίου θυγάτηρ Τερ- |
| τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ Λ̣[ού]- | |
| [κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]- | |
| [τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστί[ας ἕνεκα]. |