Decree of Gela recognizing the asylia of the Asklepieion. Four fragments of an opisthographic stele of white marble; no. 213 on the opposite face.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 23, 13 — SEG 12.380 — K.J. Rigsby, Asylia (1996) 150, 49
See also:
| [— — — — — — — δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο]- | |
| [νοίαι καὶ σωτηρίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν] | |
| [Κώιων· τὸ ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χ]ω̣ρά- | |
| [ξαι δὲ τάν τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ το]ὺ̣ς ἀγῶ- | |
| [νας εἰς τοὺς νόμους]. vacat | |
| [βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλίαι· ἐπει]δὴ οἱ Κῶι- | |
| 5 | [οι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος ἁ]μῶν Γέλα[ς] |
| [ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τ]ῶμ μεγίστω[ν] | |
| [καὶ ἀναγκαιοτάτων, συγγενείας] τε καὶ οἰκιστ[εί]- | |
| [ας καὶ ἰσοπολειτείας, ἀποστεί]λαντες ἀρχιθ[έ]- | |
| [ωρον Ἐπιδαύριον Νικάρχου, θ]εωρὸν Σωσίστρα- | |
| 10 | [τον Καφισίου ἐπαγγέλλοντι τ]ὰν θυσίαν, ἃν θύο[ν]- |
| [τι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς] ἀγῶνας, οὓς τίθεντι | |
| [μουσικὸν καὶ γυμνικὸν κ]α̣τὰ πενταετηρίδα, καὶ | |
| [ἀξιῶντι δεῖν αὐτῶν κοιν]ω̣νεῖν τὰν ἁμὰμ πόλιν | |
| [ἐμφανίζοντες τὰν οἰ]κειότατα καὶ εὔνοιαν vac. | |
| 15 | [ταῖς πολίεσσι, καλ]ῶς δὲ ἔχον ἐστὶ τάν τε ἐ- |
| [παγγελίαν παρ’ α]ὐτῶν δέχεσθαι καὶ φανερὸν | |
| πο[ιῆσαι αὐτοῖς], διότι μνάμαν ἔχοντες διατε- | |
| λοῦμ[ες τᾶς] ὑ[π]αρχούσας ποτ’ αὐτὸς συγγενείας | |
| ἔν τε ταῖς πατρ[ί]οις θυσίαις, αἷς παρελάβομες | |
| 20 | παρ’ αὐτῶν, καὶ ἐν ταῖς παναγυρίεσσι κατακαλοῦν- |
| τες αὐτοὺς καθὰ καὶ τοὺς ἄλλους οἰκιστάς, δε- | |
| δόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὑγιείαι καὶ σωτηρίαι | |
| καὶ ὁμονοίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν | |
| Κώιων· δέξασθαι παρ’ αὐτῶν <τάν> τε θυσίαν, ἃμ ποιεῦν- | |
| 25 | ται τῶ[ι Ἀ]σκλ[α]πιῶι, καὶ τοὺς ἀγῶνας· vac. καλεῖν |
| δὲ καὶ ἐπὶ ξ[ένια τοὺς θ]εωροὺς τούτους τε καὶ | |
| τοὺς ἀεὶ παρ[αγινομέν]ους πάσσας τὰς ἁμέρας, | |
| ἅς κα ἐπιδα[μέωντι· διδό]ντω δὲ αὐτοῖς καὶ οἱ πω- | |
| λητῆρες εἴς [τε τὰν] θυσ[ίαν κα]ὶ τὰμ πομπὰν τῶι Ἀσ- | |
| 30 | κλαπιῶι, ὅσσο[ν κ]αὶ τοῖς [τὰ] Ὀλύμπια περιαγγελ- |
| λόντεσσι, ἀρ[γυ]ρίου δοκίμου [δέ]κα μνᾶς· θυσάντω | |
| δὲ καὶ οἱ θεωρο[ὶ] μετὰ τῶν ἱ̣ε̣ρο̣[— — — —]ν καὶ ἱερ[α]- | |
| πόλων ἐπὶ τᾶς ἑστίας τᾶς κ[οινᾶς — — — — — — ἄρ]- | |
| νας καὶ ἐν τῶι [Ἀσκ]λαπιείωι ἱε[ρεῖον τέλειον ὑπὲρ] | |
| 35 | τοῦ δάμου τῶ[γ Γελώιων καὶ τῶν Κώιων· οἱ δὲ πωλη]- |
| τῆρες δ̣[όντω αὐτοῖς — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |