Honorific decree of an unknown city for a judge and a secretary from Kos. Marble stele, broken at the top; now missing.
[ ]
Kos Isl. — Kos — ca. 150-100 BC — R. Herzog, KFF (1899) 125, 190 — Chiron 29 (1999) 303, 11 — SEG 49.1119
See also:
| [— — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — τὸν γ]ρ̣α̣μ̣ματέα Διοφάνου | |
| [— — — — — — τὴν ἐπιδ]ημίαν πεποιημένον εὐτάκτως | |
| [πᾶσ]α̣ν χρεί[α]ν παρασχόμενον ὃν τρόπον ἐπέβαλλεν· | |
| [τῆ]ς̣ δὲ ἀναγορεύσεως τῶν στεφάνων ἐπιμεληθῆ- | |
| 5 | [να]ι τοὺς ἐν ἐκείνωι τῶι ἔτει στρατηγοὺς καὶ τὸν |
| [ἀ]γωνοθέτην· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τοῦτο | |
| [ε]ἰς στήλην λίθου λευκοῦ καὶ ἐνχαράξαι τοὺς | |
| στεφάνους καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι | |
| τόπωι πρὸ τοῦ δικαστηρίου· ἵνα δὲ καὶ Κῶιοι εἰδή- | |
| 10 | σωσιν ἣν ἔχει ὁ δῆμος προαίρεσιν, δεδόχθαι ἀ- |
| ποδεῖξαι πρεσβευτὰς δύο, οἵτινες ἀφι- | |
| κόμενοι εἰς Κῶ τό τε ψήφισμα ἀποδῶ- | |
| σιν καὶ ἐπελθόντες ἐπὶ τὴν βουλὴν καὶ | |
| ἐκλησίαν καὶ ἀσπασάμενοι παρὰ τοῦ π- | |
| 15 | λήθους εὐχαριστήσουσιν Κώιοις ἐπὶ |
| τῇ ἀποστολῇ τῇ τοῦ δικαστοῦ καὶ παρακαλέ- | |
| σουσιν αὐτοὺς φίλους ὑπάρχον{τα}τας {²⁶ὑπάρχοντας}²⁶ δια- | |
| τηρεῖν τὴν πρὸς τὴν πόλιν ἡμῶν εὔνοια- | |
| ν, {αν} ἀναγράψαντας δὲ καὶ εἰς στήλην λίθου | |
| 20 | λευκοῦ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν τῶι |
| ἐπιφανεστάτωι τόπωι τῆς πόλεως· v εἱρέ- | |
| θησαν πρεισβευταὶ {²⁶πρεσβευταὶ}²⁶ Σωκράτης Πολεμοκρά- | |
| του, Δίφιλος Διφίλου. ἀνηνέχθη Ἀλσείου τρια- | |
| κάδι ὑ<π>ὸ τῶν πρεσβευτᾶν ἔχον ἐπίσαμον | |
| 25 | ζῴδιον γυναικεῖον. |
| vacat |