Honorific decree of Iasos for Teleutias of Kos. Stele of white marble, in three joining fragments; recut at the top, bottom, and right.
[ ]
Kos Isl. — Kos — ca. 150-100 BC — BCH 11 (1887) 76, 6 (ab) — IK Iasos I 51 (a-c) — M. Segre, Iscr. di Cos (1993) ED 133 (a-c)
See also:
| vacat | |
| ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι, πρυτάνεων | |
| γνώμηι· περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
| τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
| ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
| 5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσι τῶν πολιτ<ῶ>ν |
| εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
| τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
| καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
| τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
| 10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
| πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
| καὶ πρόξενος τῆς πό<λ>εως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
| πολιτεία 〚ν〛 μετέχοντι πάντων ὧν καὶ τοῖς ἄλ- | |
| λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τίμ[ι]- | |
| 15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῷ καὶ |
| προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
| σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
| ὅπως ἀνανγελ<⁶¹ῇ ὁ στέ>⁶¹φανος, ὧι τετίμη- | |
| ται Τελευτίας, ἐν τοῖς πρώτοις Διονυσίο[ις], | |
| 20 | δεδόχθαι Ἰασεῦσι· ἐπαινέσαι Τελευτίαν |
| Θευδώρου Κῶιον εὐνοίας ἕνεκε τῆς εἰς τὴν [πό]- | |
| λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνωι̣ [ἀπὸ] | |
| πλήθους ὅσου πλείστου ἔξεστιν ἐκ τῶν ν[ό]- | |
| μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε%⁸¹ἰ[ς] | |
| 25 | τὸ πλῆθος τὸ Ἰασέων, εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
| τοῖς ἀγῶσι πᾶσι, ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον] | |
| τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μ[ε]- | |
| τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
| τεστι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὴν ἐν τ[οῖς] | |
| 30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
| νοις αὐτοῦ, τὸν δὲ ἀγωνοθέτην ἐπιμελὲς πο[ιή]- | |
| σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη[ται] | |
| Τελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
| τοῖ<ς> πρῶτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
| 35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
| τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν], | |
| τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρί τε] | |
| τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸ%⁸⁰ν [δῆ]- | |
| μον εὐνοίας ἐνφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήου̣[ς] | |
| 40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λ]- |
| [εω]ς̣ φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς ἀ̣π[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |