Decree of the Knidians inviting the Koans to participate in games in honor of Artemis Hyakinthotrophos, followed by a response of the Koans. Two non-joining fragments of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 200-150 BC — SEG 38.812 — IK Knidos I 220 — M. Segre, Iscr. di Cos (1993) ED 77 (a)
| frg. a.1 | [ἔδο]ξ̣[ε τῶι δάμ]ωι, γνώμ̣[α προ]στατᾶν· ἐπειδὴ [τοῦ ἁμοῦ] |
| [δ]άμου δ̣[ιὰ π]αντὸς ἀποδεικνυμένου τὰν ὑπάρ[χουσαν] | |
| [αὐ]τῶι διὰ προγόνων ποτὶ τὸ θεῖον εὐσέβει[αν, καὶ τὰν πᾶ]- | |
| [σα]ν̣ σπουδὰν καὶ φιλοτιμίαν ποιουμένου περὶ̣ [τᾶς ἐπαυξή]- | |
| 5 | [σιο]ς τᾶν τιμᾶν τᾶς Ἀρτάμιτος τᾶς Ἱακυνθ[οτρόφου], |
| [κα]ὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ πομπὰς [συντετε]- | |
| [λε]κ̣ότος διὰ τὰς γεγενημένας ὑπ’ αὐτᾶ[ς ἐπιφανεί]- | |
| [ας], καὶ διὰ ταῦτα ποταγορεύσαντος αὐτὰν̣ [θεὸν Ἐπιφα]- | |
| [νῆ], καὶ θυσίαν καὶ ἀγῶνας συντελεῖν τᾶι θ[εῶι κατὰ πεν]- | |
| 10 | [τα]ε̣τηρίδα μουσικόν τε καὶ γυμνικόν, καὶ τ[οὺς ὑπάρχον]- |
| [τας] αὐτῷ <⁶¹φίλους καὶ>⁶¹ συμμάχους μετέχειν [τᾶς θυσίας καὶ] | |
| [τῶν] ἀγώνων καλῶς ἔχειν ἔκρινε διαπρεσ̣[βευσάμενος ποτ’] | |
| [αὐτ]ούς· ὅπως οὖν καὶ ὁ δᾶμος τὰν προαί[ρεσιν τὰν ποτὶ] | |
| [τὰν θ]ε̣ὸ̣ν ἀποδεικνύμενος φαίνηται καὶ σ[υναύξωνται αἱ] | |
| 15 | [τιμαὶ τ]ᾶς Ἀρτάμιτος, ἀγαθᾶι τύχαι, δεδό[χθαι τῶι δά]- |
| [μωι· ἑλέσ]θαι πρεσβευτὰς τρεῖς, τοὶ δὲ αἱρ[εθέντες ἐς ἑ]- | |
| [κάσταν πόλ]ι̣ν̣ ἐπελθόντες ἐπὶ τὰν βουλ[ὰν καὶ τὰν ἐκκλη]- | |
| [σίαν ἐμφανιζόντω τ]ε τὰν εὔνοιαν τὰν ὑ[πάρχουσαν ταῖς πό]- | |
| [λεσι ποθ’ αὑτὰς μετὰ πάσας σ]πουδᾶ̣ς̣ [καὶ φιλοτιμίας ποιοῦν]- | |
| 20 | [τες τοὺς λόγους — — — — — — — — — — — — — — — — —] |
| lacuna | |
| frg. b.21 | [— — — — — — — ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστα]- |
| τᾶν· [ἐπειδὴ ὁ δᾶμος ὁ Κνιδίων τάν τε φιλίαν καὶ συγγένειαν ἀνανε]- | |
| οῦται κ̣[αὶ ἄνδρας καλὸς καὶ ἀγαθὸς ποθ’ ἁμὲ ἀποστέλλει πρεσ]- | |
| βευτὰς [καὶ ψάφισμα ἐν ὧι ἐμφανίζοντι Κνίδιοι τὸν δᾶμον διὰ παν]- | |
| 25 | τὸς ἀπο[δεικνύμενον — — — — — — — — τὰν ὑπάρχουσαν αὐτῶι] |
| διὰ προγ[όνων ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰν πᾶσαν σπουδὰν] | |
| καὶ φιλοτιμ[ίαν ποιούμενον περὶ τᾶς ἐπαυξήσιος τᾶν τιμᾶν τᾶς] | |
| Ἀρτάμιτο[ς τᾶς Ἱακυνθοτρόφου καὶ θυσίας καὶ ἀφικετείας καὶ] | |
| πομπὰς σ[υντετελεκότα δ]ι̣ὰ̣ τ̣ὰ̣[ς γεγενημένα]ς̣ ὑπ’ αὐτᾶ[ς ἐπι]- | |
| 30 | φανείας, ποταγορεῦσαί τε διὰ ταῦτα τ̣[ὰ]ν̣ θεὸν Ἐπιφανῆ καὶ προ[ψαφι]- |
| ξάμενον συντελεῖν αὐτᾶι κατὰ πενταετηρίδα θυσίας τε καὶ ἀ[γῶ]- | |
| νας μουσικὸν καὶ γυμνικὸν τούς θ’ ὑπάρχοντας αὐτῶι φίλους καὶ συ[μ]- | |
| μάχους προαιρεύμενον μετέχειν τῶν προδεδηλωμένων, κ[α]- | |
| λῶς ἔχειν κεκρίκει διαπρεσβεύσασ<θαι> ποτ’ αὐτοὺς καὶ παρακαλε[ῦν]- | |
| 35 | τι τὸν δᾶμον ποτιδέξασθαι τάν τε θυσίαν καὶ τὸς ἀγῶνας τὸς |
| συντελευμένος ὑπ’ αὐτῶν τᾶι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι θεᾶ[ι] | |
| Ἐπιφανεῖ ἰσοπυθίος· ἀκολούθως δὲ καὶ τοὶ πρεσβευταὶ Δεξιφάνη[ς] | |
| Θευγείτονος, Φιλῖνος Ἀριστάρχου καθ’ ὑοθεσίαν δὲ Θευδίππου, Νι- | |
| κόστρατος Νικοστράτου ἐπελθόντες ἐπί τε τὰν βουλὰν καὶ τὰν | |
| 40 | ἐκκλησίαν διελέγεν περί τε τᾶς εὐνοίας τᾶς ὑπαρχούσας ταῖς |
| πόλεσι ποθ’ αὑτὰς καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῶι ψαφίσματι κατακε- | |
| χωρισμένων μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας ποιησάμενοι τοὺς | |
| λόγους· ὅπως οὖν ὁ δᾶμος φαίνηται περὶ πλείστου μὲν ποιεύμενος | |
| [διὰ] παντὸς τὰν ποτὶ τὸς θεὸς εὐσέβειαν, ἀκόλουθα δὲ πράσ<σ>ων τᾶι ὑ- | |
| 45 | [παρ]χούσαι ποτὶ Κνιδίος φιλίαι καὶ συγγενείαι καὶ τοῖς ἄλλοις τοῖς γ[ε]- |
| [γεν]ημένοις ποθ’ αὑτὸς φιλανθρώποις, τὰς δὲ θυσίας καὶ τὸς ἀγῶνας π[ο]- | |
| [τιδ]εχόμενος οἰκείως καὶ συναύξων τὰς ἐψαφισμένας ὑπ’ αὐτῶν [τι]- | |
| [μάς], ἀγαθᾶι τύχαι, δεδόχθαι· Κνιδίος μὲν ἐπαινέσαι ἐπὶ τῶι διατηρε[ῦν]- | |
| [τ]ας τὰν ὑπάρχουσαν αὐτοῖς ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰ[ς] | |
| 50 | [ἐ]παύξοντας τᾶς Ἀρτάμιτος παρακαλεῖν ἐπὶ τὰ συντελούμενα 〚ἱερὰ〛 |
| τός τε συμμάχος καὶ φίλος, τάν τε θυσίαν ποτιδέχεσθαι καὶ τὸς ἀ- | |
| γῶνας ἰσοπυθίος καθότι παρακαλεῦντι, πέμπειν δὲ καὶ θεωρὸς καὶ | |
| θυσίαν ὑπὲρ τᾶς πόλιος καθ’ οὕς κα χρόνους συντελῶντι τὸς ἀγ[ῶ]- | |
| νας· τᾶς δὲ αἱρέσιος αὐτῶν καὶ τᾶς ἀποστο[λ]ᾶς καὶ θυ[σίας τῶν] | |
| 55 | ἐ̣π[ι]πεμπομένω[ν] τετραπό[δων ἐπιμελείσθων τοὶ προστάται — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |