[ ] Äg.Inseln — Kos: Kos — um 200 v.Chr. — PdP 42.1987.115-8 [SEG 38.812B]
See also:
0 [                    ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· γνώμα προστα]-
τᾶν· [ἐπειδὴ ὁ δᾶμος ὁ Κνιδίων τάν τε φιλίαν καὶ συγγένειαν ἀνανε]-
οῦται κ[αὶ ἄνδρας τρεῖς καλὸς καὶ ἀγαθὸς ποθ’ ἁμὲ ἀποστέλλει πρεσ]-
βευτὰς [καὶ ψάφισμα ἐν ὧι ἐμφανίζοντι Κνίδιοι τὸν δᾶμον διὰ παν]-
τὸς ἀπο[δεικνύμενον                        τὰν ὑπάρχουσαν αὐτῶι]
5 διὰ προγ[όνων ποτὶ τὸ θεῖον εὐσέβειαν         καὶ πᾶσαν σπουδὰν]
καὶ φιλοτιμ[ίαν ποιούμενον περὶ τᾶς ἐπαυξήσιος τᾶν τιμᾶν τᾶς]
Ἀρτάμιτο[ς τᾶς Ἱακυνθοτρόφου καὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ]
πομπὰς σ[                      διὰ τὰς γεγενημένας] ὑπ’ αὐτᾶ[ς ἐπι]-
φανείας ποταγορεῦσαι τε διὰ ταῦτα τ[ὰ]ν θεὸν Ἐπιφανῆ καὶ προ[ψαφι]-
10 ξάμενον συντελεῖν αὐτᾶι κατὰ πενταετηρίδα θυσίας τε καὶ ἀ[γῶ]-
νας μουσικὸν καὶ γυμνικὸν τούς θ’ ὑπάρχοντας αὐτῶι φίλους καὶ συ[μ]-
μάχους προαιρεύμενον μετέχειν τῶν προδεδηλωμένων κ[α]-
λῶς ἔχειν κεκρίκει διαπρεσβεύσασ<θαι> ποτ’ αὐτοὺς καὶ παρακαλε[ῦν]-
τι τὸν δᾶμον ποτιδέξασθαι τάν τε θυσίαν καὶ τὸς ἀγῶνας τὸς
15 συντελευμένος ὑπ’ αὐτῶν τᾶι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι θεᾶ[ι]
Ἐπιφανεῖ ἰσοπυθίος· ἀκολούθως δὲ καὶ τοὶ πρεσβευταὶ Δεξιφάνη[ς]
Θευγείτονος, Φιλῖνος Ἀριστάρχου καθ’ ὑοθεσίαν δὲ Θευδίππου, Νι-
κόστρατος Νικοστράτου ἐπελθόντες ἐπί τε τὰν βουλὰν καὶ τὰν
ἐκκλησίαν διελέγεν περί τε τᾶς εὐνοίας τᾶς ὑπαρχούσας ταῖς
20 πόλεσι ποθ’ αὑτὰς καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῶι ψαφίσματι κατακε-
χωρισμένων μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας ποιησάμενοι τοὺς
λόγους· ὅπως οὖν ὁ δᾶμος φαίνηται περὶ πλείστου μὲν ποιεύμενος
[διὰ] παντὸς τὰν ποτὶ τὸς θεὸς εὐσέβειαν, ἀκόλουθα δὲ πράσων τᾶι ὑ-
[παρ]χούσαι ποτὶ Κνιδίος φιλίαι καὶ συγγενείαι καὶ τοῖς ἄλλοις τοῖς γ[ε]-
25 [γεν]ημένοις ποθ’ αὑτὸς φιλανθρώποις, τὰς δὲ θυσίας καὶ τὸς ἀγῶνας π[ο]-
[τιδ]εχόμενος οἰκείω<ς> καὶ συναύξων τὰς ἐψαφισμένας ὑπ’ αὐτῶν [τι]-
[μάς]· ἀγαθᾶι τύχαι· δεδόχθαι Κνιδίος μὲν ἐπαινέσαι ἐπὶ τῶι διατηρε[ῦν]-
τας τὰν ὑπάρχουσαν αὐτοῖς ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰς
ἐπαύξοντας τᾶς Ἀρτάμιτος, παρακαλεῖν ἐπὶ τὰ συντελούμενα 〚ἱερὰ〛
30 τός τε συμμάχος καὶ φίλος, τάν τε θυσίαν ποτιδέχεσθαι καὶ τὸς ἀ-
γῶνας ἰσοπυθίος καθότι παρακαλεῦντι, πέμπειν δὲ καὶ θεωρὸς καὶ
θυσίαν ὑπὲρ τᾶς πόλιος καθ’ οὕς κα χρόνους συντελῶντι τὸς ἀγ[ῶ]-
νας· τᾶς δὲ αἱρέσιος αὐτῶν καὶ τᾶς ἀποστο[λ]ᾶς καὶ θυ[σίας τῶν τᾶι θε]-
[ᾶι] πεμπομένω[ν] τετραπό[δων ἐπιμελείσθων τοὶ προστάται]
Search Help
Contact Us