Response of the Koans to a decree of Delos honoring the physician Philippos of Kos (now lost). Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — aft. 195 BC — Clara Rhodos 10 (1941) 37, 4 — É. Samama, Les médecins (2003) 245, 135
See also:
| {²decretum Deliorum superiori lapidis parti incisum periit}² | |
| [— — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα] π̣ρ̣[οστατᾶν· περὶ] | |
| [ὧν Δάλιοι ψάφισμ]α κ[αὶ πρεσβευτὰν ἀ]ποστ[είλαντες Κυν]- | |
| θ̣ιά[δαν] ἀξιοῦντι, τᾶν τιμᾶν αἷς τετιμάκαντι̣ Φ̣ί̣λι̣ππον | |
| τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν vac. τῶν Ἀσκλαπι- | |
| 5 | είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ |
| ἐς τὸμ πάντα χρόνον, ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν] | |
| ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, | |
| ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῶι̣ | |
| ψαφίσματι γεγραμμένοις· vac. ὅπως οὖν ὁ δᾶμος Δαλίοις | |
| 10 | τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ |
| πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ | |
| τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά- | |
| ζων ἐπιφανεῖς τὰς τιμάς, v δεδόχθαι δόμεν αὐτοῖς | |
| τὰν ἀναγγελίαν καθότι v ἀξιοῦντι· τοὶ δὲ προσ- | |
| 15 | τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα- |
| γορεύσιος· vac. μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα- | |
| γράψαι τὸ ψάφισμα καθότι τετίμαται Φίλιππος | |
| ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν | |
| ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· v τόπον δὲ ἀποδειξάντω | |
| 20 | τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε- |
| σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού- | |
| μενα· v τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ | |
| πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ- | |
| σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων | |
| 25 | δραχμὰς vacat πεντήκοντα. vacat |
| vacat 0,169 |