Honorific decree of Erythrai for Koan judges.  Lower part of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — early 2nd c. BC — ClRh 10 (1941) 31, 2 — IK Erythrai I 112 — SEG 49.1113 (cf.)
[— — — — — — — — — — — — — — — — — — — —]
[— — — τὰς δὲ δε]δ̣ομ̣έν̣[α]ς τ̣ι̣μ̣[ὰς τῶι τε δήμωι καὶ]
[τ]ο̣ῖς δικασταῖς καὶ τῶι γραμμα[τεῖ κατὰ τόδε τὸ ψή]-
φισμα ἀναγγεῖλαι ἐν τῶι θεάτρωι το[ὺς ἀγωνοθέτας],
ὅταν πρῶτο<ν> συντελῶσι τοὺς ἀγῶνα̣[ς τῶν τε Διο]-
5 νυσιείων καὶ τῶν Σελευκείων· ἀποδ[εῖξαι δὲ καὶ]
πρεσβευτήν, ὅστις ἀποδοὺς Κώιοις [τόδε τὸ ψή]-
φισμα παρακαλέσει αὐτοὺς ἐπιμέλε[ιαν ποιήσασ]-
[θ]αι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δ[ήμωι καὶ τοῖς]
δικασταῖς καὶ τῶι γραμματεῖ ἀναγγέ̣[λλωνται παρ’ αὐ]-
10 τοῖς ἐν τοῖς ἀγῶσιν καὶ ἀναγραφὲν τ[όδε τὸ ψή]-
φισμα εἰς στή<λ>ην ἀνατεθῆι οὗ ἂν δό[ξηι τῶι δή]-
μωι τῶι Κώιων· οἱ δὲ στρατηγοὶ οἱ στρατ[ηγήσοντες]
τὴν δευτέραν τετράμηνον ἐπὶ ἱερ[οποιοῦ τοῦ]
μετὰ Ἑρμόδωρον ἐσομένου ἐν τῶ[ι περὶ τῆς]
15 διοικήσεως ψηφίσματι γραψάστωσα[ν, ὅθεν]
[ἀ]φοριστήσονται πόροι εἰς στήλην, [εἰς ἣν ἀνα]-
γραφὲν τόδε τὸ ψήφισμα καὶ παρ’ ἡμῖ[ν ἀνατε]-
θῇ οὗ ἂν τῶι δήμωι δόξῃ· ταῦτα δ’ εἶνα[ι εἰς φυλα]-
κὴν τῆς πόλεως· πρεσβευτὴς ἀπεδε[ίχθη]·
20 Αὐτόνομος Φυ<λ>άρχου.
                        vacat 0,05
Search Help