[ ] Kos Isl. — Kos — ca. 200-150 BC — cf. SEG 28.698 — IK Erythrai 112 — Chiron 29 (1999) 273, 5; cf. SEG 49.1113
See also:
[— — — — — — — — — — — — — — — — — — — — — —]
1 [— τὰς δὲ δε]δ̣ο̣μ̣έ̣ν̣α̣ς̣ τ̣ι̣μ̣[ὰς τῶι δήμωι τῶι Κώιων καὶ]
τ̣ο̣ῖς δικασταῖς καὶ τῶι γραμμα[τεῖ κατὰ τόδε τὸ ψή]-
φισμα ἀναγγεῖλαι ἐν τῶι θεάτρωι το̣[ὺς ἀγωνοθέτας]
ὅταν πρῶτο<ν> συντελῶσι τοὺς ἀγῶνα̣[ς τῶν Διο]-
5 νυσιείων καὶ τῶν Σελευκείων· ἀποδ̣[εῖξαι δὲ καὶ]
πρεσβευτὴν ὅστις ἀποδοὺς Κώιοις [τόδε τὸ ψή]-
φισμα παρακαλέσει αὐτοὺς ἐπιμέλε[ιαν ποιήσασ]-
[θ]αι ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δ[ήμωι καὶ τοῖς]
δικασταῖς καὶ τῶι γραμματεῖ ἀναγγέ̣[λλωνται παρ’ αὐ]-
10 τοῖς ἐν τοῖς ἀγῶσιν καὶ ἀναγραφὲν τ[όδε τὸ ψή]-
φισμα εἰς στή<λ>ην ἀνατεθῆι οὗ ἂν δό[ξηι τῶι δή]-
μωι τῶι Κώιων· οἱ δὲ στρατηγοὶ οἱ στρατ[ηγήσοντες]
τὴν δευτέραν τετράμηνον ἐπὶ ἱερ[οποιοῦ τοῦ]
μετὰ Ἑρμόδωρον ἐσομένου ἐν τῶ[ι περὶ τῆς]
15 διοικήσεως ψηφίσματι γραψάστωσα̣[ν ὅθεν]
ἀ̣φοριστήσονται πόροι εἰς στήλην [εἰς ἣν ἀνα]-
γραφὲν τόδε τὸ ψήφισμα καὶ παρ’ ἡ[μῖν ἀνατε]-
θῇ οὗ ἂν τῶι δήμωι δόξῃ· ταῦτα δ’ εἶνα[ι εἰς φυλα]-
κὴν τῆς πόλεως· πρεσβευτὴς ἀπεδε[ίχθη]
20 Αὐτόνομος Φυ<λ>άρχου̣.
Search Help
Contact Us