Decree of Miletos seeking recognition of the Didymeia as crowned games, followed by the response of the Koans.  Stele of white marble, in two joining fragments; inscribed on both sides (nos. 153-154).
[ ] Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC — SbBerlin (1905.2) 979-993 — Syll.³ 590 — Milet VI,3 1052
face A, front (153).1 ἐπὶ Ἱποκράτευς, μηνὸς Ἀρτεμιτίου.
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι,
γνώμη ἐπιστατῶν, Ἡρακλεώτης
Διονυσοδώρου εἶπεν· ἐπειδὴ τοῦ δή̣-
5 μου κατὰ τὰ πάτρια τάς τε πανηγύ-
ρεις καὶ τοὺς ἀγῶνας συντελοῦν-
τος ἐν Διδύμοις τῶι Ἀπόλλωνι τῶι Δι-
δυμεῖ, τῆς τε πόλεως καὶ τῆς χώρας
καθιερωθείσης διὰ τὴν ἐν τῶιδε τῶι
10 τόπωι Λητοῦς καὶ Διὸς μεῖξιν καὶ τὰς
τοῦ θεοῦ μαντείας, ἐξ ὧν ἔθνη τε οὐ-
κ ὀλίγα καὶ πόλεις καὶ τῶν βασιλέων
οἱ τετευχότες τῶν μεγίστων <διὰ> τῆς
παρὰ τοῦ θεοῦ συμβουλίας τήν τε καθι-
15 έ〚Ε〛ρωσιν {²⁶καθιέρωσιν}²⁶ καὶ τὴν ἀσυλίαν ἀνηγόρευ-
σαν ἀπαράκλητοι αὐτοί, τῶι τε θεῶι καὶ
τῆι πόλει τὴν ἀξίαν περὶ τούτων ἀπο-
νείμαντες χάριν, προσήκει δὲ τῶι δή-
μωι πράσσοντι τοῖς ἐξενηνεγμένοις
20 χρησμοῖς ἀκόλουθα τόν τε ἀγῶνα τιθέ-
ναι τῶν Διδυμείων στεφανίτην καὶ
τοὺς Ἕλληνας εἰς ταῦτα παραλαμβά-
νειν, κοινῶν τῶν εὐεργεσιῶν εἰς πάν-
τας αὐτοὺς ὑπὸ τοῦ θεοῦ γεγενημέ-
25 νων, v δεδόχθαι τῆι βουλῆι· ἑλέσθαι πρεσ-
βευτὰς πρὸς Κώιους φίλους καὶ συμμά-
χους ὑπάρχοντας τοῦ δήμου, τοὺς δὲ αἱ-
ρεθέντας ἀφικομένους ἀπολογίσασθαι
περὶ τῶν διὰ τοῦ μαντείου γεγονότων
30 τοῖς βασιλεῦσι καὶ τοῖς ἄλλοις Ἕλλησι
καὶ περὶ τῶν ὑπὸ τοῦ δήμου πεπραγμένων
εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ παρακαλεῖν
καὶ ἀξιοῦν, θεωροῦντας τὴν προαίρεσιν
ἣν ὁ δῆμος διὰ παντὸς τοῦ χρόνου διατε-
35 λεῖ ποιούμενος τῶν κατὰ τοὺς ἀγῶνας
ἐνδόξων, καὶ αὐτοὺς ἀκόλουθα πράξαν-
τας συναυξῆσαι τάς τε τοῦ θεοῦ τιμὰς
καὶ τὴν τοῦ δήμου περὶ ταῦτα σπουδὴν
καὶ φιλοτιμίαν, ἀποδεξαμένους τὸν
40 ἀγῶνα στεφανίτην, καὶ τάξαντας
τοῖς νικῶσι τιμὰς ὡς μεγίστας, εἰδότας̣
ὅτι ὁ δῆμος εὐχάριστος ὢν πειράσετα[ι]
συναντᾶν αὐτοῖς ἀξίως τῆς εἰς̣ τὸ
θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὴν πόλι[ν]
45 εὐνοίας. v πρεσβευταὶ v ἁιρέθησαν· vac.
Δημοσθένης Ἐργίνου, Σῖμος Ἀριστοφῶ[ντος].
              vacat 0,14
face B, back (154).1 ἐπὶ Φιλίνου, νουμηνίαι μηνὸς Ὑακινθίου·
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώ-
μαι προστατᾶν· ἐπειδὴ τοὶ θεωροὶ τοὶ πα-
ραγε̣ν̣ό̣[μενοι παρὰ] Μιλησίων φίλων εὔν-
5 των [καὶ συμμάχων — — — — τῶν Διδ]υ̣μέ-
ων [— — — — — — — — — — — ]θ̣ος [ἐ]πελ-
θόν[τες ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμο]ν κα̣ὶ
ποιη̣[σάμενοι λόγους τάν τε φι]λίαν̣ ἐ-
νεφά̣[νιξαν καὶ ἀπελογίξαντο τὰ] δεδ̣ο-
10 γμέ̣[να Μιλησίοις περί τε τᾶν] θ̣υσ[ι]ᾶν,
ἇν [συντελεῦντι τῶι Ἀπόλλων]ι̣, καὶ̣ τ̣ῶν
ἀγώ̣[νων, οὓς προαιρεῦνται αὐτῶι τιθ]έ-
μεν̣ [στεφανίτας, τύχαι τᾶι] ἀγ[αθᾶι], δε-
δόχ̣θ̣[αι] τ[ῶι δάμωι· ἀποδέχε]σ̣θ̣[αι τ]ὰ̣ν
15 ἀν[αγγελίαν — — — — — — — — — —] σ̣τά-
λα[— — — — — — — — — — — — — —]ον
ὅπω[ς — — — — — — — — — — — — —]νο-
με[— — — — — — — — — — — — — —]Ι
το[— — — — — — — — — — — — — —]αν
20 πο[— — — — — — — — — — — — — —]ς, δο-
θῆ[μεν ἐς — — — — — — — — — τοῖς] ἁιρη-
μέ[νοις — — — — — — — — — — —] τῶν
Διδ[υμείων — — — — — — — — Μιλ]η̣σί-
ου[ς — — — — — — — — — — — — —] τε
25 στ[ά]λ̣[α]ς̣ [— — — — — — — — — ἀν]α-
γρα̣[— — — — — — — — — — — — γι]νο-
μεν̣[— — — — — — — — — — — — τ]ο̣ὶ χι-
ρίζ[οντες τὰ — — — — — — — — —] vac.
χρ[ήματα — — — — — — — — — —] vac.
vacat
Search Help
Contact Us