Supplement to a treaty of homopoliteia between Kos and Kalymna. Stele of white marble, broken at the bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 208 BC or shortly after — RFIC 70 (1942) 5, 2 — M. Segre, Tit. Calymnii (1952) Test. XII — SEG 55.924 (cf.)
See also:
1 | Στασίλας Λυκόφρονος εἶπε· ἑλέσθαι ὁρκωτὰς δύο ἐξ ἑκάστας |
φυλᾶς, οἵτινες ὁρκιξεῦντι τοὺς πολίτας ἐν τᾶι ἀγορᾶι | |
πρὸ τῶν ἀρχείων, καὶ γραμματῆ ἐς ἑκάσταμ φυλὰν καὶ τὸν | |
ὑπαγορεύοντα τὸν ὅρκον, ἑλέσθαι δὲ καὶ εἰς Κάλυμναν ἕνα | |
5 | ἐξ ἑκάστας φυλᾶς καὶ γραμματῆ τούτοις· ὁρκιζόντω δὲ |
τοῦτοι εἷ κα ὁ στραταγὸς ὁ ἀποσταλεὶς ὑπὸ τοῦ δάμου | |
ποτιτάσσηι· τοὶ δὲ πωληταὶ μισθωσάντω ἤδη διξὰ ὁρκω- | |
μόσια παρασχεῖν τοῖς πολίταις αὐτεῖ τε καὶ εἰς Κάλυ- | |
μναν· τὰ δὲ ὁρκωμόσια ἔστω ταῦρος κάπρος κριός, τέλεια | |
10 | πάντα· τοὶ δὲ πολῖται πάντες ἡβαδὸν ὀμνυόντω, πρᾶτοι |
τοὶ προστάται καὶ τοὶ στραταγοί, τῶν δὲ ἄλλων ὅσσοι μὲν | |
ὧδε ἐπιδαμεῦντι, ποτὶ τοὺς ὁρκωτὰς τοὺς αἱρεθέντας | |
ὧδε, τοὶ δὲ λοιποὶ ποτὶ τοὺς εἰς Κάλυμναν ἀποστελλομέ- | |
νους· ὁρκιζόντω δὲ τοὶ ἄνδρες τὸν ὅρκον τόνδε· v ἐμμενῶ | |
15 | τᾶι καθεστακυίαι δαμοκρατίαι καὶ τᾶι ἀποκαταστάσει |
τᾶς ὁμοπολιτείας καὶ τοῖς νόμοις τοῖς ἐγ Κῶι πατρίοις | |
ὑπάρχουσι καὶ τοῖς δόγμασι τᾶς ἐκκλησίας καὶ ταῖς δια- | |
γραφαῖς ταῖς ὑπὲρ τᾶς ὁμοπολιτείας· ἐμμενῶ δὲ καὶ τᾶι | |
ποτὶ βασιλῆ Πτολεμαῖον φιλίαι καὶ συμμαχίαι καὶ ταῖς συνθή- | |
20 | καις ταῖς ποτὶ τοὺς συμμάχους τῶι δάμωι κεκυρωμέναις· |
ὀλιγαρχίαν δὲ οὐδὲ τύραννον οὐδὲ ἄλλο πολίτευμα ἔξω δαμο- | |
κρατίας οὐ καταστάσω παρευρέσει οὐδεμιᾶι, οὐδ’ εἴ τίς κα ἄλλος | |
καθιστᾶι ἐπιτραψῶ, ἀλλὰ κωλύσω κατὰ τὸ δυνατόν, οὐδὲ τῶν | |
φρουρίων οὐθὲν οὐδὲ ἄκραν καταλαψεῦμαι οὔτε αὐτὸς ἐξι- | |
25 | διαζόμενος οὔτε ἄλλωι συνεργῶν παρευρέσει οὐδεμιᾶι, |
οὐδὲ τὰγ Κώιαν ἐλάσσω γινομέναν περιοψεῦμαι, ἀλλ’ αὐξήσω | |
κατὰ δύναμιν τὰν αὑτοῦ· ἐσσεῦμαι δὲ καὶ δικαστὰς δίκαιος | |
καὶ πολίτας ἴσος χειροτονῶν καὶ ψαφιζόμενος ἄνευ χάριτος | |
ὅ κά μοι δοκῆι συμφέρον ἦμεν τῶι δάμωι· ἀλαθῆ ταῦτα ναὶ τὸν | |
30 | Δία καὶ τὰν Ἥραν καὶ τὸν Ποτειδᾶ· εὐορκεῦντι μέμ μοι εὖ vac. |
ἦμεν, ἐπιορκεῦντι δὲ τὰ ἐναντία. vac. τοὶ δὲ ὁρκω̣[ταὶ ὀμνυόντω] | |
παραχρῆμα ἱεροῖς ἐν τᾶι ἐκκλη̣[σίαι καιομένοις κατὰ τὰ δό]- | |
ξαντα τᾶι ἐκ[κλησ]ί̣α̣ι̣ [κ]α̣ὶ̣ [— — — — — — — — — — — βα]- | |
σ̣ιλεὺ̣[ς — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — —] |