[ ] Kos Isl. — Kos — bef. mid 3rd c. BC — RFIC 70 (1942) 5, 2
1 Στασίλας Λυκόφρονος εἶπε· ἑλέσθαι ὁρκωτὰς δύο ἐξ ἑκάστας
φυλᾶς, οἵτινες ὁρκιξεῦντι τοὺς πολίτας ἐν τᾶι ἀγορᾶι
πρὸ τῶν ἀρχείων, καὶ γραμματῆ ἐς ἑκάσταμ φυλὰν καὶ τὸν
ὑπαγορεύοντα τὸν ὅρκον· ἑλέσθαι δὲ καὶ εἰς Κάλυμναν ἕνα
5 ἐξ ἑκάστας φυλᾶς καὶ γραμματῆ τούτοις· ὁρκιζόντω δὲ
τοῦτοι εἷ κα ὁ στραταγὸς ὁ ἀποσταλεὶς ὑπὸ τοῦ δάμου
ποτιτάσσηι· τοὶ δὲ πωληταὶ μισθωσάντω ἤδη διξὰ ὁρκω-
μόσια παρασχεῖν τοῖς πολίταις αὐτεῖ τε καὶ εἰς Κάλυ-
μναν· τὰ δὲ ὁρκωμόσια ἔστω ταῦρος κάπρος κριός, τέλεια
10 πάντα· τοὶ δὲ πολῖται πάντες ἡβαδὸν ὀμνυόντω, πρᾶτοι
τοὶ προστάται καὶ τοὶ στραταγοί· τῶν δὲ ἄλλων ὅσσοι μὲν
ὧδε ἐπιδαμεῦντι, ποτὶ τοὺς ὁρκωτὰς τοὺς αἱρεθέντας
ὧδε, τοὶ δὲ λοιποὶ ποτὶ τοὺς εἰς Κάλυμναν ἀποστελλομέ-
νους· ὁρκιζόντω δὲ τοὶ ἄνδρες τὸν ὅρκον τόνδε· ἐμμενῶ
15 τᾶι καθεστακυίαι δαμοκρατίαι καὶ τᾶι ἀποκαταστάσει
τᾶς ὁμοπολιτείας καὶ τοῖς νόμοις τοῖς ἐγ Κῶι πατρίοις
ὑπάρχουσι καὶ τοῖς δόγμασι τᾶς ἐκκλησίας καὶ ταῖς δια-
γραφαῖς ταῖς ὑπὲρ τ̣ᾶς ὁμοπολιτείας· ἐμμενῶ δὲ καὶ τᾶι
ποτὶ βασιλῆ Πτολεμαῖον φιλίαι καὶ συμμαχίαι καὶ ταῖς συνθή-
20 καις ταῖς ποτὶ τοὺς συμμάχους τῶι δάμωι κεκυρωμέναις·
ὀλιγαρχίαν δὲ οὐδὲ τύραννον οὐδὲ ἄλλο πολίτευμα ἔξω δαμο-
κρατίας οὐ καταστάσω παρευρέσει οὐδεμιᾶι, οὐδ’ εἴ τίς κα ἄλλος
καθιστᾶι ἐπιτραψῶ, ἀλλὰ κωλύσω κατὰ τὸ δυνατόν, οὐδὲ τῶν
φρουρίων οὐθὲν οὐδὲ ἄκραν καταλαψεῦμαι οὔτε αὐτὸς ἐξι-
25 διαζόμενος οὔτε ἄλλωι συνεργῶν παρευρέσει οὐδεμιᾶι,
οὐδὲ τὰγ Κώιαν ἐλάσσω γινομέναν περιοψεῦμαι, ἀλλ’ αὐξήσω
κατὰ δύναμιν τὰν αὑτοῦ· ἐσσεῦμαι δὲ καὶ δικαστὰς δίκαιος
καὶ πολίτας ἴσος χειροτονῶν καὶ ψαφιζόμενος ἄνευ χάριτος
ὅ κά μοι δοκῆι συμφέρον ἦμεν τῶι δάμωι· ἀλαθῆ ταῦτα ναὶ τὸν
30 Δία καὶ τὰν Ἥραν καὶ τὸμ Ποτειδᾶ· εὐορκεῦντι μέμ μ[οι εὖ]
ἦμεν, ἐπιορκεῦντι δὲ τὰ ἐναντία. τοὶ δὲ̣ ὁ̣ρ̣κ̣ω̣[ταὶ ὁρκιζόντω]
παραχρῆμα ἱεροῖς ἐν τᾶι ἐκκλ̣η̣[σίαι καιομένοις κατὰ τὰ δό]-
ξαντα τᾶι ἐκ[κλησία]ι̣ Λ̣[— — — — — — — — — — — — — βα]-
σ̣ι̣λ̣ε̣ὺ̣[ς? — — — — — — — — — — — — — — — — — — — —]
35 [— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help