Honorific decree of Kalymna for the physician Praxilas of Kos. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 220 BC — RFIC 70 (1942) 8, 3 — M. Segre, Tit. Calymnii (1952) Test. XIV
See also:
[— — — — — — — — — — — — — — ἑλέσ]- | |
[θαι δ]ὲ̣ κ̣α̣ὶ ἄνδραν ἐξ ἑκά̣[στου δάμου, τοὶ] | |
δὲ αἱ̣ρ̣εθέντες τό τε ψάφισμα π̣[ροσενεγκάν]- | |
τω καὶ τὸν στέφανον̣ Πραξίλαι καὶ ἐπ̣[ελ]- | |
θόντες ἐπὶ τὰμ βουλὰν καὶ τὸν δᾶμο[ν] | |
5 | ἀξιωσάντω ἐπιμέλειαμ ποήσασθαι, |
ὅπως ἀναγραφὲν τόδε τὸ ψάφισμα εἰς | |
στάλαν ἀνατεθῆι ἐν τῶι ἱερῶι τοῦ Ἀσκλα- | |
πιοῦ καὶ ὅπως ἀναγγελῇ ὁ στέφανος καὶ ὧν | |
ἕνεκεν τετίμαται Πραξίλας ἔν τε τῶι | |
10 | χορικῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι |
γυμνικῶι τῶμ μεγάλων Ἀσκλαπιείων· | |
ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα τόδε εἰς στά- | |
λαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος τοῦ Δαλίου τοῦ ἐγ Καλύμναι, | |
15 | τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθέντω |
τοὶ δάμαρχοι. vacat | |
vacat 0,235 |