Honorific decree of Kalymna for the physician Praxilas of Kos.  Lower part of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 220 BC — RFIC 70 (1942) 8, 3 — M. Segre, Tit. Calymnii (1952) Test. XIV
[— — — — — — — — — — — — — — ἑλέσ]-
[θαι δ]ὲ̣ κ̣α̣ὶ ἄνδραν ἐξ ἑκά̣[στου δάμου, τοὶ]
δὲ αἱ̣ρ̣εθέντες τό τε ψάφισμα π̣[ροσενεγκάν]-
τω καὶ τὸν στέφανον̣ Πραξίλαι καὶ ἐπ̣[ελ]-
θόντες ἐπὶ τὰμ βουλὰν καὶ τὸν δᾶμο[ν]
5 ἀξιωσάντω ἐπιμέλειαμ ποήσασθαι,
ὅπως ἀναγραφὲν τόδε τὸ ψάφισμα εἰς
στάλαν ἀνατεθῆι ἐν τῶι ἱερῶι τοῦ Ἀσκλα-
πιοῦ καὶ ὅπως ἀναγγελῇ ὁ στέφανος καὶ ὧν
ἕνεκεν τετίμαται Πραξίλας ἔν τε τῶι
10 χορικῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι
γυμνικῶι τῶμ μεγάλων Ἀσκλαπιείων·
ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα τόδε εἰς στά-
λαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος τοῦ Δαλίου τοῦ ἐγ Καλύμναι,
15 τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθέντω
τοὶ δάμαρχοι.  vacat
              vacat 0,235
Search Help
Contact Us