Honorific decree of Kalymna for the physician Praxilas of Kos. Lower part of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 220 BC — RFIC 70 (1942) 8, 3 — M. Segre, Tit. Calymnii (1952) Test. XIV
See also:
| [— — — — — — — — — — — — — — ἑλέσ]- | |
| [θαι δ]ὲ̣ κ̣α̣ὶ ἄνδραν ἐξ ἑκά̣[στου δάμου, τοὶ] | |
| δὲ αἱ̣ρ̣εθέντες τό τε ψάφισμα π̣[ροσενεγκάν]- | |
| τω καὶ τὸν στέφανον̣ Πραξίλαι καὶ ἐπ̣[ελ]- | |
| θόντες ἐπὶ τὰμ βουλὰν καὶ τὸν δᾶμο[ν] | |
| 5 | ἀξιωσάντω ἐπιμέλειαμ ποήσασθαι, |
| ὅπως ἀναγραφὲν τόδε τὸ ψάφισμα εἰς | |
| στάλαν ἀνατεθῆι ἐν τῶι ἱερῶι τοῦ Ἀσκλα- | |
| πιοῦ καὶ ὅπως ἀναγγελῇ ὁ στέφανος καὶ ὧν | |
| ἕνεκεν τετίμαται Πραξίλας ἔν τε τῶι | |
| 10 | χορικῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι |
| γυμνικῶι τῶμ μεγάλων Ἀσκλαπιείων· | |
| ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα τόδε εἰς στά- | |
| λαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος τοῦ Δαλίου τοῦ ἐγ Καλύμναι, | |
| 15 | τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθέντω |
| τοὶ δάμαρχοι. vacat | |
| vacat 0,235 |