Decree of Samos honoring Koan judges.  Stele of white marble, broken at the top and bottom.
[ ] Kos Isl. — Kos — Asklepieion — late 4th c. BC — ClRh 10 (1941) 27, 1 — Chiron 29 (1999) 253, 1 — IG XII,6 1 150
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
[καὶ] ἀναγράψαι αὐτοὺς εὐεργέτας τοῦ δήμου τοῦ̣ Σ̣[αμίων καὶ στε]-
[φα]νῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι τ̣ὸν ἱερ[οκή]-
[ρ]υκα Διονυσίων τραγωιδοῖς ἐν τῶι θεάτρωι ἐπ’ ὀνόματος ἕκαστον
πατρόθεν, ὅτι «ὁ δῆμος ὁ Σαμίων στεφανοῖ τοὺς δικαστὰς καὶ το̣[ὺ]-
5 [ς] προξένους τοὺς παραγενομένους̣ ἐκ Κῶ δικάσαντ̣α̣ς Σ[α]μίοις̣
[τὰ]ς δίκας ὀρθῶς καὶ δικαίως», τῆς δ’ ἀναγγελίας ἐπιμεληθῆνα[ι]
[τὸ]ν ἀγωνοθέτην μετὰ τοῦ δημιουργοῦ· εἶναι δὲ αὐτοῖς καὶ εἴσ-
π̣λουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδὶ καὶ ἐμ πολέμωι καὶ ἐν̣ εἰρήνηι, δ̣-
[ε]δόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν ο̣ἷς̣ [ἡ] πόλις τ̣ίθησ[ι],
10 εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν [τ]ο̣υ δέ[ω]ντ̣α̣[ι]
π̣ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμελε̣[ῖ]σ̣θαι δ̣ὲ α̣ὐ̣[τ]ῶν [κ]α̣ὶ̣ τὰ [ἀρ]-
χεῖα ἀεὶ τὰ ἐνεστηκότα, ἐάν του τυγχάνωσι δεό̣[με]ν̣οι, [ε]ἶναι δὲ α[ὐ]-
τοὺς καὶ προξένους τῆς πόλεως, δεδ[ό]σσθαι δὲ̣ αὐτοῖς καὶ πολειτεία[ν]
[ἐ]φ’ ἵσηι καὶ ὁμοί̣αι καὶ ἐπιψηφίσαι τὸν δῆμον ἐν ἀρχαιρεσίαις κα̣[τ]ὰ τὸν [νό]-
15 μον, τοὺς δὲ πρυτάνεις τοὺς πρυτανεύοντας τὸμ μῆνα τ̣[ὸν Ἀν]θεσ[τη]-
[ρι]ῶνα προαγαγεῖν ὑπὲρ τῆς πολειτ̣είας καὶ τῆς προξενία̣ς, ὅπως ὁ δῆμο[ς]
διαψηφίσηι καθότι ἐν τῶι νόμωι γέγραπται· ἐὰν δέ τινε̣[ς α]ὐ̣τῶν βούλω̣ντα[ι]
ο̣ἰκεῖν ἐν Σάμωι, εἶναι αὐτοῖς ἀτέλειαν ὧν ἂν εἰσάγ̣ωνται, καὶ <ἐὰν> ἐξάγε̣[ιν]
βούλωνται τούτων τι, ἀτελῆ ἐξαγέτωσαν· ταῦτα δὲ ὑπ[ά]ρχειν αὐτοῖς καὶ ἐκ-
20 γόνοις· ὅπως δὲ πάντες εἰδῶσ[ι]ν τὰ ἐψηφισμέν[α Σαμίο]ις περὶ τῶν
[δ]ικαστῶν καὶ τῶν προξένων, τὸγ γραμματέα τῆς βου̣λ̣ῆς ἀναγράψα[ι]
τ̣ὸ ψήφισμα τόδε εἰστήλας λιθίνας δύο καὶ στῆσα[ι μί]αμ μὲν εἰς τὸ [ἱ]-
ε̣ρὸν τῆς Ἥρας, τὴν δὲ μίαν, ὅταν αἱ τῆς βασιλίσσης Φ̣ίλας τιμα[ὶ]
συντελεσθῶσι, εἰς τὸ τέμενος τὸ ἀποδειχθὲν Φίλαι, τὸν δὲ οἰκον[ό]-
25 μον εἰς τὸ ἀνάλωμα ὑπηρε̣τῆσαι· ἑλέσθαι δὲ καὶ πρεσβευτὴν εἰς Κῶν,
ὅστις τό τε ψήφισμα ἀποίσει καὶ ἀξιώσει τὸν δῆμον ψηφίσασθαι, ὅ-
π̣ως ἀναγραφὲν ἐν στήληι ἀνατεθῆι εἰς ἱερὸν οὗ ἂν ὁ δῆμος ψηφί̣σ[η]-
ται, καὶ ἀναγγείλωσι καὶ παρ’ αὐτοῖς τὰς τιμὰς τὰς δεδομένας τ̣ο̣[ῖς]
δικασταῖς καὶ τοῖς προξένοις καθότι καὶ παρ’ ἡμῖν.   vacat
30 [ἔ]δοξε τῶι δήμωι, vacat Ἐπήρατος Φιλτέω εἶπε· τὰ μὲν ἄλλα [καθὰ]
Βάττος καὶ Ἑρμόδικος· τὸ δὲ ψήφισμα τόδε ἀποστεῖ̣[λαι τοὺς]
πρυτάνεις καὶ τὸν οἰκονόμον εἰς Κῶ τοῖς πρ[ο]ξέ̣[νοις τοῖς]
[ἀ]γαγοῦσι τὰ δικαστήρια καὶ ἀξιοῦν πο̣ι̣[ῆ]σα̣[ι αὐτοὺς πάντα]
[κα]τὰ τ̣ὰ̣ γε̣γραμμένα.    vacat
Search Help