Honorific decree of an association of adherents of Zeus Hyetios for Nikagoras and Lykaithos.  Stele of white marble, nearly intact; now in two joining fragments.
[ ] Kos Isl. — Antimachia — ca. 200 BC — Paton-Hicks (1891) 382 — Syll.³ 1107
See also:
   {²corona}²            {²corona
   {²oleaginea}²       {²oleaginea
ἐπὶ μο̣ν̣άρχου Νικόφρονος, μηνὸς
Ἀρταμιτίου, ἔδοξε τῶι κοινῶι
τῶν συμπορευομένων παρὰ Δία
έτιον, Χάρμιππος Παρμενίσκου
5 καὶ Φίλιστος Φιλίστου καὶ Λύκαι-
θος Παρμενίσκου εἶπαν· ἐπει-
δὴ Νικαγόρας Θευδώρου καὶ
Λύκαιθος Λευκίππου, γενόμε-
νοι ἐπιμήνιοι αὐτεπάγγελ-
10 τοι, τά τε ἱερὰ ἐξέθυσαν τῶ[ι]
Διὶ καὶ ἀνενεώσαντο τὰν θυ-
σίαν τοῦ Διός, καὶ τὰν ὑποδοχὰ[ν]
[ἐ]ποήσαντο τῶν δαμοτᾶν καὶ
τῶν ἄλλων πάντων ἀξίως τῶ[ν]
15 θεῶν, σπουδᾶς καὶ προθυμία[ς]
οὐθὲν ἐλλείποντες· ὅπως οὖν κα[ὶ τ]-
[ο] μετὰ ταῦθ’ αἱρούμενοι ἐπιμ<⁶¹ή>⁶¹νιοι [πο]-
λὺ προθυμοτέρος αὐτὸς παρέχ[ων]-
ται, εἰδότες τὰν τῶν δαμοτᾶν ε[ὔ]-
20 νοιαν, vac. δεδόχθαι Νικαγόραμ μὲ[ν]
καὶ Λύκαιθον ἐπαινέσαι ἐπί τε
τᾶι αἱρέσει καὶ εὐσεβείαι ἇι ἔ-
χοντι ποτὶ τὸς θεὸς καὶ τὸς
δαμότας, καὶ στεφανῶσαι αὐ-
25 τὸς ἀπὸ χρυσῶν δέκα, τοὶ δ[ὲ]
ταμίαι ἀνγραψάντων τόδε ψ[ά]-
φισμα ἐς στάλαν λιθίναν κ[αὶ]
ἀναθέντων πὰρ τὸν βωμὸν [τὸν]
τοῦ Διός, τὸ δὲ ἀνάλωμα τὸ γε-
30 νόμενον ἐς τὰν στάλαν τελε-
σάντων τοὶ ταμίαι.   vacat
           vacat 0,035
Search Help
Contact Us