Honorific decree of Antimachia for the hierotamiai Philippos and Nikias.  Marble stele, preserved at the sides.
[ ] Kos Isl. — Antimachia — ca. 190 BC — Paton-Hicks (1891) 383 — SGDI III,1 (1895) 3719
See also:
[— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —]ΟΤΕ[․] ἄνδρε[ς κα]-
[τὰ τὸ ψάφισμ]α τὸ κυρωθὲν ἐπ’ Ἀριστοφάνευς
[— (mensis) — δε]κάται· Κλεῖνος Κληναγόρα, Μικίων
[— — —]δάμου εἶπαν ∶ ἐπειδὴ Φίλιππος Φιλιστεῦς
5 [καὶ Ν]ικίας Ἀριστοκλείδα γενόμενοι ἱεροταμίαι̣
[π]ολλὰς καὶ μεγάλας παρέσχηνται χρείας
τῶι δάμωι, τῶν τε χρημάτων ὧν ὤφειλε ἁ πόλις̣
ἀποδοθέντων ἐπὶ τᾶς αὐτῶν ἀρχᾶς προενοήθ̣η̣-
σαν ὅπως δανεισθῇ ἐπὶ ὑποθέμασιν ἀξιοχρέοι[ς],
10 χρήματά τε ἐκ τῶν ἰδίων προεισήνεγκαν, ὅπω[ς]
ταὶ πόθοδοι ἐπαυξηθῶντι τῶι δάμωι καὶ ταὶ θυ-
σίαι συντελῶνται τοῖς θεοῖς καὶ ταὶ ὑποδοχα[ὶ]
τῶν δαμοτᾶν ταὶ γινόμεναι κατ’ ἐνιαυτὸν [καὶ]
ὅ τε ἱερεὺς καὶ τοὶ ἱεροποιοὶ συντελῶντι τὰ[ς]
15 θυσίας κατὰ τὰν ἱερὰν διαγραφάν· τοῖς τε ἄ̣[λ]-
λοις ἱερεῦσι καὶ ἱερείαι, τοί ἐντι δαμοτελ̣[εῖς],
καὶ ἐς ταῦτα̣ αὑτοὺς ἐπέδωκαν ὅπως ἁ δι[α]-
[γραφὰ — — — — — —]ιεν· τᾶι δὲ ἀ[φί]ξει [․․]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us