Posthumous honorific inscription for Demetrios Marcus. Marble tabula ansata; a wreath to the right of the inscription.
[ ]
Lydia — Gölmarmara — 7/8 or 61/2 AD? — P. Herrmann, H. Malay, New Documents (2007) 39, 23
| 1 | vacat ἔτους ϟβʹ, μη(νὸς) ζʹ, ιθʹ· vacat |
| ὁ δῆμος ἐτείμησεν Δημήτριον Ἀπολ- | |
| λοφάνους Μᾶρκον χρυσῷ στεφάνῳ | |
| καὶ εἰκόνι γραπτῇ ἐν ὅπλῳ ἐπιχρύσῳ | |
| 5 | καὶ ἀγάλματι μαρμαρίνῳ ἀρετῆς ἕνεκεν· |
| Ἀπολλοφάνης καὶ Ἀττιδία οἱ γονεῖς, | |
| Ἀπολλοφάνης, Ἀπολλώνιος τὸν ἀδε- | |
| λφόν, οἱ συνγενεῖς καὶ φίλοι Μᾶρκον | |
| vvvv ἐτῶν εἰκοσιπέντε· vacat | |
| 10 | vacat χαῖρε. vacat |