Petition from the priest of Apollo Pleurenos to Euthydemos and the latter’s response. Marble stele, broken at the bottom; an olive branch above the inscription.
[ ]
Lydia — Sardis (Sart) — Yeniköy-Hasankıranı — ca. 150 BC — ArkDerg 4 (1996) 75, 1
See also:
| 1 | ἐπὶ Εὐθυδήμου ἀρχιερέως καὶ |
| ἱερέως Καδοου Πληρι· Εὐθυδ- | |
| ήμωι ἀρχιερεῖ ὑπόμνημα πα- | |
| ρὰ Καδοου ἱερέως τοῦ ἐν Πλευ- | |
| 5 | ροῖς Ἀπόλλωνος ἔχοντος τὴν |
| ἱερητήαν ἐκ πλείονος χρόνου· ἠξ[ί]- | |
| ωσα πρότερον ἐπ’ Ἀντιόχου τοῦ | |
| βασιλέως Νικάνορα τὸν ἀρχιερ[έ]- | |
| α ἵνα στήσω στήλην ἐν τῶι ἱερῶι | |
| 10 | κατατάξαντός μου τὸ ἐκείνου |
| ὄνομα καὶ τὸ ἐμὸν καὶ τῶν μυ[στ]- | |
| ῶν καὶ νῦν ἀξιῶ σ’ εἰ φαίνετα[ι] | |
| συντάξαι γράψαι Ἀσκληπιάδ[ηι] | |
| τῶι οἰκονόμωι ἵνα παραδ‵ε′ίξῃ μοι | |
| 15 | τόπον ἐν ᾧ σ[τ]ήσω τὴν στήλην, |
| ἐν ᾗ κατατάξω τό τε σὸν ὄνομα | |
| καὶ τὸ ἐμὸν καὶ τῶν μυστῶν· | |
| Διόφαντος Ἀττίνᾳ· τῆς γραφ[εί]- | |
| σης μοι ἐπιστολῆς παρὰ Εὐθυδή- | |
| 20 | μου τοῦ ἀρχιερέως ὑποτέταχά |
| σοι τὸ ἀντίγραφον· Εὐθύδημος Ἀ- | |
| σκληπιάδῃ· τοῦ ἀναδοθέντος | |
| μου ὑπομνήματος παρὰ Καδ- | |
| οου ἱερήως τοῦ ἐν Πλευροῖς | |
| 25 | Ἀπόλλωνος γενέσθω αὐτῶ- |
| ι καθάπερ ἠξίωσεν· | |
| Μενεκράτης Ἑρμογένου | |
| Μητρόδωρος Μιθρέους | |
| [— — — — — — — —] |