Honorific decree for Antidoros, a priest of Kalliste. Stele of blue marble, nearly intact. Non-stoich. 34-38.
| 1 | ἐπὶ Λ[υσ]ανίου ἄρχοντος, ἐπὶ τῆς Οἰνεῖδος ὀγδό- |
| ης πρυτ̣ανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυ- | |
| μεὺςIII ἐγραμμάτευεν· Ἀνθεστηριῶνος ὀγδόει ἐ- | |
| πὶ δέκα· ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας· ἐκ- | |
| 5 | κλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Εὐφρό- |
| νιος Κλεεμπόρου Αἰξωνεὺς καὶ συμπρόεδροι· vv | |
| vvvvvvv ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· vvvv | |
| Θεόφιλος Φιλοθέου Λαμπτρεὺς εἶπεν· ἐπειδὴ vv | |
| Ἀντίδωρος λαχὼν ἱερεὺς τῆς Καλλίστης τὸν ἐνι- | |
| 10 | αυτὸν τὸν ἐπ’ Ἐκφάντου v τάς τε θυσίας πάσας ἔθυ- |
| σεν τὰς γινομένας ἐν τῶι ἐνιαυτῶι ὑπὲρ τῆς βου- | |
| λῆς καὶ τοῦ δήμου καλῶς καὶ φιλοτίμως, v ἀνέθη- | |
| κεν δὲ καὶ βωμὸν λίθινον ἐκ τῶν ἰδίων, ἀπενήνο- | |
| χεν δὲ καὶ λόγους περὶ πάντων, ὧν ὠικονόμηκεν | |
| 15 | ἐν τῶι ἐνιαυτῶι ἀκολούθως τοῖς νόμοις· v ὅπως |
| ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται χάριν | |
| ἀποδιδόντες τοῖς φιλοτιμουμένοις εἰς τὸ ἱε- | |
| ρόν, v ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς v | |
| προέδρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς | |
| 20 | τὴν̣ ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- |
| των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν | |
| δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἀντίδωρον | |
| Ἀντιδώρου Περγασῆθεν καὶ στεφανῶσαι θαλλοῦ | |
| στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς | |
| 25 | καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον· |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν | |
| κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι ἐν | |
| τῶι ἱερῶι τῆς Καλλίστης· v εἰς δὲ τὴν ἀναγραφὴν v | |
| τῆς στήλης καὶ τὴν ποίησιν μερίσαι τὸν ἐπὶ τῆι δι- | |
| 30 | οικήσει τὸ γενόμενον ἀνάλωμα. |
| cr. 1 | {²in corona:}² |
| 31 | ἡ βουλὴ |
| Ἀντίδωρον | |
| Περγασῆθεν | |
| vacat 0,145 | |
| cr. 2 | {²in corona:}² |
| 31 | ὁ δῆμος |
| Ἀντίδωρον | |
| Περγασῆθεν. | |
| vacat 0,145 |