[ ] Att. — non-stoich. — c. 235/4
See also:
1 ἐπὶ Λυ[σ]ανίου ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ὀγδό-
ης πρυτανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυ-
μεὺς ἐγραμμάτευεν· Ἀνθεστηριῶνος ὀγδόει ἐ-
πὶ δέκα, ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας· ἐκ-
5 κλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Εὐφρό-
νιος Κλεεμπόρου Αἰξωνεὺς καὶ συμπρόεδροι· vac.
     ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Θεόφιλος Φιλοθέου Λαμπτρεὺς εἶπεν· ἐπειδὴ vv
Ἀντίδωρος λαχὼν ἱερεὺς τῆς Καλλίστης τὸν ἐνι-
10 αυτὸν τὸν ἐπ’ Ἐκφάντου v τάς τε θυσίας πάσας ἔθυ-
σεν τὰς γινομένας ἐν τῶι ἐνιαυτῶι ὑπὲρ τῆς βου-
λῆς καὶ τοῦ δήμου καλῶς καὶ φιλοτίμως, v ἀνέθη-
κεν δὲ καὶ βωμὸν λίθινον ἐκ τῶν ἰδίων, ἀπενήνο-
χεν δὲ καὶ λόγους περὶ πάντων ὧν ὠικονόμηκεν
15 ἐν τῶι ἐνιαυτῶι ἀκολούθως τοῖς νόμοις· v ὅπως
ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται χάριν
ἀποδιδόντες τοῖς φιλοτιμουμένοις εἰς τὸ ἱε-
ρόν· v ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι τοὺς v
προέδρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς
20 τὴ[ν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού-
των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν
δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἀντίδωρον
Ἀντιδώρου Περγασῆθεν καὶ στεφανῶσαι θαλλοῦ
στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς
25 καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν
κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι ἐν
τῶι ἱερῶι τῆς Καλλίστης· v εἰς δὲ τὴν ἀναγραφὴν v
τῆς στήλης καὶ τὴν ποίησιν μερίσαι τὸν ἐπὶ τῆι δι-
30 οικήσει τὸ γενόμενον ἀνάλωμα.
col. I.30a in corona:
31  ἡ βουλὴ
Ἀντίδωρον
 Περγασῆθεν
col. II.30a in corona:
31  ὁ δῆμος
Ἀντίδωρον
 Περγασῆθεν
Search Help
Contact Us