Honorific decree for the archon Nikias and other magistrates. Stele of gray marble, broken at the top. Non-stoich. 30-34.
[ ]
Attica — Athens — Theater of Dionysos — 266/5 BC? — IG II² 668 w. Add. p. 663 — Syll.³ 388
See also:
| [— — — — — — — — — — — — — — — — — —] | |
| ΕΝ[․․]․[— — — — — — — — — — — — — — κα]- | |
| ὶ συμπρόε[δροι, ἔδοξεν τῶι δήμωι· — — — — —]- | |
| ας Αἰσχύλου Σ[— c.6-8 — εἶπεν· περὶ ὧν ἀπαγ]- | |
| γέλλει ὁ ἄρχων [περὶ τῶν ἱερῶν, ὧν ἔθυεν τῶ]- | |
| 5 | ι [Δ]ιονύσωι, τύχει ἀ[γαθεῖ, δεδόχθαι τῶι δή]- |
| μωι· τὰ μὲν ἀγαθὰ δέχεσθ[αι τὸν δῆμον, ἃ ἀπα]- | |
| γγέλλει ὁ ἄρχων γεγονένα[ι ἐν τοῖς ἱεροῖ]- | |
| ς, οἷς ἔθυεν ἐφ’ ὑγιείαι καὶ σωτη[ρίαι τῆς βο]- | |
| υλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων κα[ὶ τῶν κ]- | |
| 10 | αρπῶν τῶν ἐν τεῖ χώραι· ἐπειδὴ ὁ ἄρχων̣ [τά]- |
| ς τε ἄλλας θυσίας τέθυκεν, ὅσας αὐτῶι προσ- | |
| ῆκεν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καλῶς κ- | |
| αὶ εὐσεβῶς, ἐπιμεμέληται δὲ καὶ τῆς πομπῆ- | |
| [ς] τῶι Δ[ι]ονύσωι μετὰ τῶν παρέδρων καὶ τῶν ἐ- | |
| 15 | πιμελητῶν, διατελεῖ δὲ καὶ τῶν περὶ τὴν ἀρ- |
| χὴν ποιούμενος τὴν ἐπιμέλειαν κατὰ τοὺς | |
| νόμους, ἐπαινέσαι τὸν ἄρχοντα Νικίαν Φίλ- | |
| ωνος Ὀτρυνέα καὶ τοὺς παρέδρους αὐτοῦ vv | |
| Ἀλκίμαχον Κλεοβούλου Μυρρινούσιον, v Ἀν- | |
| 20 | τιφάνην Πολυκράτου Ὀτρυνέα εὐσεβείας ἕ- |
| νεκα καὶ φιλοτιμίας, ἣν ἔχοντες διατελοῦ- | |
| σιν περὶ τὸν δῆμον τὸν Ἀθηναίων· v ἐπαινέσ- | |
| αι δὲ καὶ τοὺς τῆς πομπῆς ἐπιμελητὰς v Ἴσα- | |
| νδρον Ἐχεδήμου Κυδαθηναιέα, v Μνησίθεον | |
| 25 | Ἐχεδήμου Κυδαθηναιέα, v Καλλίθεον Βουλά- |
| ρχου Φλυέ<α>, v Ἀντιφάτην Εὐθυκρίτου Ἀζηνιέα, | |
| Κάλλαισχρον Διοτίμου Παλληνέα, v Ἀμεινοκ- | |
| λῆν Ἀντιφάνου Κήττιον, v Ἱέρωνα Φειδύλλου | |
| Αἰθαλίδην, v Κάλλιππον Ἱπποθέρσου Ἀχαρνέ- | |
| 30 | α, v Πολύζηλον Εὐηνορίδου Ἁλαιέα, v Θεογένη- |
| ν Ποσειδωνίου Ἀμφιτροπῆθεν· v ἐπαινέσαι δ- | |
| ὲ καὶ τὸν πατέρα τῆς κανηφόρου v Καλλιφῶντ- | |
| α Καλλιφῶντος Ἀθμονέα· v ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε- | |
| 35 | ίαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τεμ- |
| ένει τοῦ Διονύσου· εἰς δὲ τὴν ἀναγραφὴν καὶ | |
| τὴμ ποίησιν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσε- | |
| [ι] τὸ γενόμενον ἀνάλωμα. |