Honorific decree for Kallias. Intact stele of white marble. Nearly stoich. 41-49.
[ ]
Attica — Athens — Agora — 270/69 BC — T.L. Shear, Hesperia Suppl. 17 (1978) — SEG 28.60 — W. Ameling et al., Schenkungen I (1995) 40, KNr. 16 [E]
See also:
1 | ὁ δῆμος |
Καλλίαν | |
Θυμοχάρου | |
Σφήττιον. | |
vacat 0,105 | |
5 | ἐπὶ Σωσιστράτου ἄρχοντος, ἐπὶ τῆς Πανδιονίδος ἕκκτης |
πρυτανείας, εἷ Ἀθηνόδωρος Γοργίππου ἈχαρνεὺςVIII ἐγραμμ- | |
άτευεν· Ποσιδεῶνος ὀγδόει ἐπὶ δέκα· μιᾶι καὶ εἰκοστεῖ τ- | |
ῆς πρυτανείας· ἐκκλησί<⁶¹α κυρία· τῶν προέδρων ἐπεψήφιζε>⁶¹- | |
<⁶¹ν Ἐπιχάρης Φειδοστ>⁶¹ράτου Ἐρχιεὺς καὶ συμπρόεδροι· | |
10 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· |
Εὐχάρης Εὐάρχου Κονθυλῆθεν εἶπεν· ἐπειδὴ Κ̣αλλία[ς], | |
γενομένης τῆς ἐπαναστάσεως ὑπὸ τοῦ δήμου ἐπὶ το- | |
ὺς κατέχοντας τὴν πόλιν καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεως | |
στρατιώτας ἐγβαλόντος, τοῦ δὲ φρουρίου τοῦ ἐν τῶι | |
15 | Μουσείωι ἔτι κατεχομένου καὶ τῆς χώρας ἐμ πολέμω- |
ι οὔσης ὑπὸ τῶν ἐκ τοῦ Πειραέως καὶ Δημητρίου παρα- | |
γιγνομένου ἐκ Πελοποννήσου μετὰ τοῦ στρατοπέδο- | |
υ ἐπὶ τὸ ἄστυ, πυθόμενος Καλλίας τὸν κίνδυνον τὸν π- | |
ερὶ τὴν πόλιν καὶ ἐπιλεξάμενος τῶν στρατιωτῶν χι- | |
20 | λίους τῶν μεθ’ αὑτοῦ τεταγμένων ἐν Ἄνδρωι καὶ ἀναδ- |
οὺς ὀψώνια αὐτοῖς καὶ σιτομετρήσας παρεγένετο βο- | |
ηθῶν εὐθὺς εἰς τὸ ἄστυ τῶι δή<⁶¹μωι ἀκόλουθα πράττων τεῖ τοῦ>⁶¹ | |
<⁶¹βασ>⁶¹ιλέως Πτολεμαίου πρὸς τὸν δῆμον εὐνοίαι, καὶ ἐξά- | |
γων εἰς τὴν χώραν τοὺς στρατιώτας τοὺς μεθ’ αὑτοῦ προ- | |
25 | εκάθητο τῆς τοῦ σίτου συνκομιδῆς πᾶσαν ποιούμενος |
σπουδήν, ὅπως ἂν εἰς τὴν πόλιν σῖτος ὡς πλεῖστος εἰσκ- | |
ομισθεῖ· καὶ ἐπειδὴ παραγενόμενος Δημήτριος καὶ πε- | |
ριστρατοπεδεύσας ἐπολιόρκει τὸ ἄστυ, ἀγωνιζόμενο- | |
ς ὑπὲρ τοῦ δήμου Καλλίας καὶ ἐπεξιὼν μετὰ τῶν στρατι- | |
30 | ωτῶν τῶν μεθ’ αὑτοῦ καὶ τραυματίας γενόμενος κίνδυ- |
νον οὐθένα ὑποστελλόμενος οὐδὲ ἐν ἑνὶ καιρῶι ἕνεκα | |
τῆς τοῦ δήμου σωτηρίας· καὶ τοῦ βασιλ{ιλ}έως {²⁶βασιλέως}²⁶ Πτολεμαί- | |
ου ἀποστείλαντος Σώστρατον τὰ συμφέροντα πράξοντ- | |
α τεῖ πόλει, καὶ Σωστράτου μεταπεμπομένου πρεσβεία- | |
35 | ν πρὸς ἑαυτὸν εἰς Πειραιᾶ μεθ’ ἧς συνθήσει τὰ περὶ τὴν |
εἰρήνην ὑπὲρ τῆς πόλεως πρὸς Δημήτριον, ὑπακούσας ε- | |
ἰς ταῦτα τοῖστρατηγοῖς καὶ τεῖ βουλεῖ Καλλίας καὶ π- | |
ρεσβεύων ὑπὲρ τοῦ δήμου καὶ [π]άντα πράττων τὰ συμφέρ- | |
οντα τεῖ πόλει, καὶ συμπαραμ[ε]ίνας ἐν τῶι ἄστει μετὰ τ- | |
40 | ῶν στρατιωτῶν, ἕως ἡ εἰρήνη σ[υ]νετελέσθη, καὶ ἀναπλεύσ- |
{σ}ας {²⁶ἀναπλεύσας}²⁶ πρὸς τὸν βασιλέα Πτολεμαῖον ταῖς πρεσβείαις τα- | |
ῖς ἀποστελλομέναις ὑπὸ τοῦ δήμου συναγωνιζόμενος | |
εἰς πάντα καὶ συνεργῶν εἰς τὰ συμφέροντα τεῖ πόλει· κ- | |
αὶ παραλαβόντος τὴν βασιλε[ί]αν Πτολεμαίου τοῦ νεωτ- | |
45 | έρου βασιλέως ἐπιδημήσας ε[ἰ]<⁶¹ς τὸ ἄστυ>⁶¹ Καλλίας, καὶ τῶ- |
ν στρατηγῶν καλεσάντων αὐτ[ὸ]ν καὶ ἐμφανι[ζ]όντων τὰ | |
κατὰ τὴν πόλιν ἐν οἷς ἦν καὶ παρακαλούντων αὐτὸν σπου- | |
δάσαι ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα Πτ[ο]λεμαῖον, ὅπ- | |
ως ἂν βοήθειά τις γένηται τὴν ταχ[ί]στην εἰς τὸ ἄστυ σίτ- | |
50 | ωι καὶ χρήμασιν, <⁶¹καὶ ἀναπλεύσα[ς] αὐτὸς ἰδί<α>ι Καλλ>⁶¹ίας |
εἰς Κύπρον καὶ ἐντυχὼν ἐκεῖ τῶ[ι] βασιλεῖ φιλοτίμως ὑ- | |
πὲρ τῆς πόλεως ἐκόμισεν τῶι δήμωι ἀργυρίου μὲν τάλαν- | |
τα πεντήκοντα, πυρῶν δὲ δισμυρίους μεδίμνους δωρεάν, | |
οἳ παρεμετρήθησαν ἐγ Δήλου τοῖς ἀποσταλεῖσιν ὑπὸ το- | |
55 | ῦ δήμου· καὶ ὡς ὁ βασιλεὺς πρῶτον ἐπόει τὰ̣ Πτο[λ]εμαῖα τ[ὴ]- |
ν θυσίαν καὶ τοὺς ἀγῶνας τῶι πατ[ρί], ψηφι[σ]α[μ]έ[ν]ο[υ τοῦ δ]ή- | |
μου θεωρίαν πέμπειν καὶ ἀξιώσαν̣τ̣ος ὑπακο[ῦσαι Καλλί]- | |
αν ἀρχεθέωρον καὶ ἀγαγεῖν ὑπὲρ τ[ο]ῦ̣ δήμου [τ]ὴ[ν] θ̣εω[ρίαν, ὑ]- | |
πακούσας εἰς ταῦτα φιλοτίμως Κ[αλ]λίας κα̣[ὶ τὰς ἐψηφισ]- | |
60 | μένας αὑτῶι ὑπὸ τοῦ δήμου εἰς τὴν ἀρχεθεω[ρίαν τριάκον]- |
τα μνᾶς ἀφεὶς καὶ ἐπιδοὺς τῶι δή[μ]ω[ι], αὐτὸ[ς τὴν μὲν θεωρία]- | |
ν ἀγαγὼν ἐκ τῶν ἰδίων καλῶς καὶ ἀ[ξίω]ς τοῦ δ̣ήμου [κ]α̣ὶ [τῆς θ]- | |
υσίας ἐπιμεληθεὶς ὑπὲρ τῆς πόλεω[ς] καὶ τῶν ἄλλων ἁπ̣[άντ]- | |
ων, ὧν προσῆκεν μετὰ τῶν θεωρῶν· κ[αὶ τ]οῦ δήμου τότε̣ [․․․το]- | |
65 | ν τὰ Παναθήναια τεῖ Ἀρχηγέτιδ̣ι μέλλοντος πο[εῖν], ἀφ̣’ ο[ὗ τ]- |
ὸ ἄστυ ἐκεκόμιστο, διαλεχθεὶς τῶι βασιλεῖ [Κ]αλ̣λ̣[ί]ας [ὑπὲ]- | |
ρ τῶν ὅπλων ὧν εἰς τὸν πέπλον ἔδει παρασκευά̣σα̣ι̣ [καὶ ἐπι]- | |
δόντος τεῖ πόλει τοῦ βασιλ{ι}έως {²⁶βασιλέως}²⁶ ἐ[σ]πούδ̣ασεν, ὅπ[ως ἂν ὡς] | |
βέλτιστα τεῖ θεῶι γένηται καὶ οἱ θ[ε]ωρ̣οὶ οἱ μεθ’ α̣[ὑ]τ̣[οῦ χε]- | |
70 | ιροτονηθέντες εὐθὺς ἀποκομίζωσ[ιν ἐν]ταῦ[θα τὰ ὅπλα· καὶ] |
νῦν ἐν Ἁλικαρνασσῶι καθ<ε>στηκὼς ὑ[π]ὸ τ[οῦ] β[α]σ[ι]λ[έως Πτολ]- | |
εμαίου Καλλίας διατελεῖ φιλοτιμούμενο[ς πρός τε τὰς π]- | |
ρεσβείας καὶ τὰς θεωρίας τὰς ὑπὸ το[ῦ] δήμ[ου ε]ἰ[ς τὸν βασ]- | |
ιλέα Πτολεμαῖον ἀποστελλομένας, καὶ [ἰ]δί[αι] ἑκ̣[άστου τῶν] | |
75 | πολιτῶν τῶν τε παραγιγνομένων πρὸς αὐτὸν [τὴν πᾶσαν ἐπ]- |
ιμέλειαν ποιούμενος, καὶ τῶν στρατευ̣[ομέ]ν̣[ων καὶ τεταγ]- | |
μένων μεθ’ αὑτοῦ περὶ πλείστου ποιούμε[νος τὸ σύμφερον] | |
καὶ κοινεῖ τὸ τῆς πόλεως εὔσχημον· κ̣α̣ὶ τ[— — c.13 — — ἐ]- | |
ν τεῖ πατρίδι Καλλίας οὐδεπώποθ’ ὑ<π>ομείνας ΤΕ[․]Ε[․․․․ κ]- | |
80 | αταλελυμένου τοῦ δήμου, ἀλλὰ καὶ τὴν οὐσίαν τὴν ἑ̣[αυτοῦ] |
προέμενος δόσιν δοθῆναι ἐν τεῖ ὀλιγαρχίαι, ὥστε μ[ηδ]ὲν̣ [ὑ]- | |
πεναντίον πρᾶξαι μήτε τοῖς νόμοις μήτε τεῖ δημοκ̣[ρατί]- | |
α̣ι τεῖ ἐξ ἁπάντων Ἀθηναίων· ὅπως ἂν οὖν εἰδῶσι πάντες [οἱ βο]- | |
υλόμενοι φιλοτιμεῖσθαι πρὸς τὴν πόλιν, διότι ὁ δῆμος [ἀε]- | |
85 | ὶ μέμνηται τῶν εὐεργετησάντων ἑαυτὸν καὶ χάριν ἑκάστο- |
ις ἀποδίδωσιν, ἀγαθεῖ τύχει, δεδόχθαι τῆι βουλῆι· τοὺς π- | |
ροέδρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τὴν ἐκ<κ>λη[σ]- | |
ίαν τὴν ἐκ τοῦ νόμου χ<ρ>ηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβ[ά]- | |
λλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐ̣[π]- | |
90 | αινέσαι Καλλίαν Θυμοχάρου Σφήττιον ἀρετῆς ἕνεκα καὶ ε̣- |
ὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Ἀθηναίων, καὶ σ̣- | |
τεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον, καὶ ἀ- | |
νειπεῖν τὸν στέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶ[ν] | |
τῶι ἀγῶνι τῶι καινῶι· τῆς δὲ ποιήσεως τοῦ στεφάνου καὶ τῆ[ς] | |
95 | ἀναγορεύσεως ἐ<⁶¹πιμελη>⁶¹θῆναι τοὺς ἐπὶ τεῖ διοικήσει· στῆσα[ι] |
δὲ αὐτοῦ τὸν δῆμον καὶ εἰκόνα χαλ<κ>ῆν ἐν τῆι ἀγορᾶι· εἶναι δ̣- | |
ὲ καὶ προεδρίαν αὐτῶι ἐν ἅπασιν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τ[ί]- | |
θησιν, καὶ τὸν ἀρχιτέκτονα τὸν ἐπὶ τὰ ἱερὰ χειρο<το>νούμεν[ο]- | |
ν κατ<α>νέμειν αὐτῶι τὴν προεδρίαν· χειροτονῆσαι δὲ τὸν δ̣[ῆ]- | |
100 | μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτινες ἐπιμ[ελ]- |
ήσονται τῆς τε ποιήσεως τῆς εἰκόνος καὶ τῆς ἀναθέσεως· [ε]- | |
ἰσαγαγεῖν δὲ καὶ τοὺς θεσμοθέτας τὴν δοκιμασίαν τῆς δ[ωρ]- | |
εᾶς αὐτῶι εἰς τ<ὴ>ν ἡλιαίαν, ἐπειδὰν αἱ ἡμέραι αἱ ἐκ τοῦ νόμ[ου] | |
διεξέλθωσιν· <ὅ>π<ω>ς δ’ ἂν καὶ εἰ<⁶¹ς τὸ>⁶¹ν λοιπὸν χρόνον ὑπόμνημα [δ]- | |
105 | ιαμένει τῶν πεφιλοτιμημένων εἰς τὸν δῆμον Καλλίαι, ἀναγ[ρά]- |
ψαι τόδε τὸ [ψή]φισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν [ἐν] | |
στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα· εἰς δὲ τὴν ἀνα̣[γ]- | |
ραφὴν <κ>αὶ τὴν στήλην μερίσαι τοὺς ἐπὶ τεῖ διοκήσει τὸ [ἀν]- | |
ά<⁶¹λωμα τὸ γενόμενον>⁶¹. | |
vacat 0,15 |