[ ] Att. — Athens — non-stoich. — 270/69 BC — Ag. 16.255D
See also:
1                   ὁ δῆμος
                  Καλλίαν
                 Θυμοχάρου
                  Σφήττιον.
5 ἐπὶ Σωσιστράτου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδος ἕκκτης
πρυτανείας εἷ Ἀθηνόδωρος Γοργίππου Ἀχαρνεὺς ἐγραμμ-
άτευεν· Ποσιδεῶνος ὀγδόει ἐπὶ δέκα, μιᾶι κ[α]ὶ εἰκοστε[ῖ τ]-
ῆς πρυτανείας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζε-
ν Ἐπιχάρης Φειδοστράτου Ἐρχιεὺς καὶ συμπρόεδροι·
10           ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Εὐχάρης Εὐάρχου Κονθυλῆθεν εἶπεν· ἐπειδὴ Κ̣αλλία[ς],
γενομένης τῆς ἐπαναστάσεως ὑπὸ τοῦ δήμου ἐπὶ το-
ὺς κατέχοντας τὴν πόλιν καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεως
στρατιώτας ἐγβαλόντος, τοῦ δὲ φρουρίου τοῦ ἐν τῶι
15 Μουσείωι ἔτι κατεχομένου καὶ τῆς χώρας ἐμ πολέμω-
ι οὔσης ὑπὸ τῶν ἐκ τοῦ Πειραέως, καὶ Δημητρίου παρα-
γιγνομένου ἐκ Πελοποννήσου μετὰ τοῦ στρατοπέδο-
υ ἐπὶ τὸ ἄστυ, πυθόμενος Καλλίας τὸν κίνδυνον τὸν π-
ερὶ τὴν πόλιν καὶ ἐπιλεξάμενος τῶν στρατιωτῶν χι-
20 λίους τῶν μεθ’ αὑτοῦ τεταγμένων ἐν Ἄνδρωι καὶ ἀναδ-
οὺς ὀψώνια αὐτοῖς καὶ σιτομετρήσας παρεγένετο βο-
ηθῶν εὐθὺς εἰς τὸ ἄστυ τῶι δήμωι ἀκόλουθα πράττων τεῖ τοῦ
βασιλέως Πτολεμαίου πρὸς τὸν δῆμον εὐνοίαι, καὶ ἐξά-
γων εἰς τὴν χώραν τοὺς στρατιώτας τοὺς μεθ’ αὑτοῦ προ-
25 εκάθητο τῆς τοῦ σίτου συνκομιδῆς πάσαν ποιούμενος
σπουδὴν ὅπως ἂν εἰς τὴν πόλιν σῖτος ὡς πλεῖστος εἰσκ-
ομισθεῖ· καὶ ἐπειδὴ παραγενόμενος Δημήτριος καὶ πε-
ριστρατοπεδεύσας ἐπολιόρκει τὸ ἄστυ, ἀγωνιζόμενο-
ς ὑπὲρ τοῦ δήμου Καλλίας καὶ ἐπεξιὼν μετὰ τῶν στρατι-
30 ωτῶν τῶν μεθ’ αὑτοῦ καὶ τραυματίας γενόμενος κίνδυ-
νον οὐθένα ὑποστελλόμενος οὐδὲ ἐν ἑνὶ καιρῶι ἕνεκα
τῆς τοῦ δήμου σωτηρίας· καὶ τοῦ βασιλ{ιλ}έως {²⁶βασιλέως}²⁶ Πτολεμαί-
ου ἀποστείλαντος Σώστρατον τὰ συμφέροντα πράξοντ-
α τεῖ πόλει, καὶ Σωστράτου μεταπεμπομένου πρεσβεία-
35 ν πρὸς ἑαυτὸν εἰς Πειραιᾶ μεθ’ ἧς συνθήσει τὰ περὶ τὴν
εἰρήνην ὑπὲρ τῆς πόλεως πρὸς Δημήτριον, ὑπακούσας ε-
ἰς ταῦτα τοῖστρατηγοῖς {²⁶τοῖς στρατηγοῖς}²⁶ καὶ τεῖ βουλεῖ Καλλίας καὶ π-
ρεσβεύων ὑπὲρ τοῦ δήμου καὶ [π]άντα πράττων τὰ συμφέρ-
οντα τεῖ πόλει, καὶ συμπαραμ[ε]ίνας ἐν τῶι ἄστει μετὰ τ-
40 ῶν στρατιωτῶν ἕως ἡ εἰρήνη σ[υ]νετελέσθη, καὶ ἀναπλεύσ-
{σ}ας {²⁶ἀναπλεύσας}²⁶ πρὸς τὸν βασιλέα Πτολεμαῖον ταῖς πρεσβείαις τα-
ῖς ἀποστελλομέναις ὑπὸ τοῦ δήμου συναγωνιζόμενος
εἰς πάντα καὶ συνεργῶν εἰς τὰ συμφέροντα τεῖ πόλει· κ-
αὶ παραλαβόντος τὴν βασιλε[ί]αν Πτολεμαίου τοῦ νεωτ-
45 έρου βασιλέως ἐπιδημήσας ε[ἰ]ς τὸ ἄστυ Καλλίας, καὶ τῶ-
ν στρατηγῶν καλεσάντων αὐτ[ὸ]ν καὶ ἐμφανιζ̣όντων τὰ
κατὰ τὴν πόλιν ἐν οἷς ἦν καὶ παρακαλούντω[ν] αὐτὸν σπου-
δάσαι ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα Πτ[ο]λεμαῖον ὅ[π]-
ως ἂν βοήθειά τις γένηται τὴν ταχ[ί]στην εἰς τὸ ἄστυ σίτ-
50 ωι καὶ χρήμασιν, καὶ ἀναπλεύσα[ς] αὐτὸς ἰδί<α>ι Καλλίας
εἰς Κύπρον καὶ ἐντυχὼν ἐκεῖ τῶ[ι β]ασιλεῖ φιλοτίμως ὑ-
πὲρ τῆς πόλεως ἐκόμισεν τῶι δήμωι ἀργυρίου μὲν τάλαν-
τα πεντήκοντα, πυρῶν δὲ δισμυρίους μεδίμνους δωρεὰν
οἳ παρεμετρήθησαν ἐγ Δήλου τοῖς ἀποσταλεῖσιν ὑπὸ τ[ο]-
55 ῦ δήμου. καὶ ὡς ὁ βασιλεὺς πρῶτον ἐπόει τὰ̣ Πτο[λ]εμαῖα τ[ὴ]-
ν θυσίαν καὶ τοὺς ἀγῶνας τῶι πατ[ρί], ψηφι[σ]α[μένου τ]οῦ̣ [δή]-
μου θεωρίαν πέμπειν καὶ ἀξιώσαν̣τ̣ος ὑπακ[οῦσαι Καλλί]-
αν ἀρχεθέωρον καὶ ἀγαγεῖν ὑπὲρ τ[ο]ῦ δήμου [τὴν θεωρίαν, ὑ]-
πακούσας εἰς ταῦτα φιλοτίμως Κ[αλ]λίας κα̣[ὶ τὰς ἐψηφισ]-
60 μένας αὐτῶι ὑπὸ τοῦ δήμου εἰς τὴν ἀρχεθεω[ρίαν πεντήκον]-
τα μνᾶς ἀφεὶς καὶ ἐπιδοὺς τῶι δή̣[μωι], αὐτὸ[ς τὴν μὲν θεωρία]-
ν ἀγαγὼν ἐκ τῶν ἰδίων καλῶς καὶ ἀ[ξίως] τοῦ δ̣[ή]μου, [τῆς δὲ] θ̣-
υσίας ἐπιμεληθεὶς ὑπὲρ τῆς πόλεω[ς] καὶ τῶν ἄλλω̣[ν] ἁπ̣ά̣[ντ]-
ων ὧν προσῆκεν μετὰ τῶν θ̣ε̣ω[ρ]ῶ̣ν· κ[αὶ τ]οῦ δήμ[ο]υ τότε [πρῶτο]-
65 ν τὰ Παναθήναια τεῖ Ἀρχηγέτι[δι] μέλλοντος π̣ο̣[εῖν][φ’] ο̣[ὗ τ]-
ὸ ἄστυ ἐκεκόμιστο, διαλεχθεὶς τῶι βασιλεῖ Κ̣[αλλίας ὑπὲ]-
ρ τῶν ὅπλων ὧν εἰς τὸν πέπλον ἔδει παρασκευάσ̣α̣ι̣ [καὶ ἐπι]-
δόντος τεῖ πόλει τοῦ βασιλ{ι}έως {²⁶βασιλέως}²⁶ ἐ[σ]πούδ̣ασεν ὅπ[ως ἂν ὡς]
βέλτιστα τεῖ θεῶι γένηται καὶ οἱ θ[ε]ωροὶ̣ οἱ με̣θ̣’ [αὑτοῦ χε]-
70 ιροτονηθέντες εὐθὺς ἀποκομίζωσ[ιν] ἐ̣[ν]ταῦ[θα τὰ ὅπλα· καὶ]
νῦν ἐν Ἁλικαρνασσῶι καθηστηκὼς ὑ[π]ὸ τ[οῦ βασιλέως Πτολ]-
εμαίου Καλλίας διατελεῖ φιλοτιμο[ύ]μενο[ς πρός τε τὰς π]-
ρεσβείας καὶ τὰς θεωρίας τὰς ὑπὸ το[ῦ] δήμ[ου πρὸς τὸν βασ]-
ιλέα Πτολεμαῖον ἀποστελλομένας, καὶ ἰ̣δ̣ί[αι ἑ]κ̣[άστου τῶν]
75 πολιτῶν τῶν τε παραγιγνομένων πρὸς αὐτὸν [τὴν πᾶσαν ἐπ]-
ιμέλειαν ποιούμενος καὶ τῶν στρατ[ιωτῶν τῶν ἐκεῖ τεταγ]-
μένων μεθ’ αὑτοῦ, περὶ πλείστου ποιούμ[ενος τὸ σύμφερον]
καὶ κοινεῖ τὸ τῆς πόλεως εὔσχημον· κ̣[․․․․․16-17․․․․․․]-
ν τεῖ πατρίδι Καλλίας οὐδεπώποθ’ ὑ<π>ομείνας [․․․]ε[․․․․ κ]-
80 αταλελυμένου τοῦ δήμου ἀλλὰ καὶ τὴν οὐσίαν τὴν ἑ̣[αυτοῦ]
προέμενος δόσιν δοθῆναι ἐν τεῖ ὀλιγαρχίαι ὥστε μ[ηδὲν ὑ]-
πεναντίον πρᾶξαι μήτε τοῖς νόμοις μήτε τεῖ δημοκ̣[ρατί]-
αι τεῖ ἐξ ἁπάντων Ἀθηναίων· ὅπως ἂν οὖν εἰδῶσι πάντες [οἱ βο]-
υλόμενοι φιλοτιμεῖσθαι πρὸς τὴν πόλιν διότι ὁ δῆμος [ἀε]-
85 ὶ μέμνηται τῶν εὐεργετησάντων ἑαυτὸν καὶ χάριν ἑκάστο-
ις ἀποδίδωσιν· ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς π-
ροέδρσυς οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τὴν ἐκ<κ>λη[σ]-
ίαν τὴν ἐκ τοῦ νόμου χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβ[ά]-
λλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐ̣[π]-
90 αινέσαι Καλλίαν Θυμοχάρου Σφήττιον ἀρετῆς ἕνεκα καὶ ε̣-
ὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ σ̣-
τεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον, καὶ ἀ-
νειπεῖν τὸν στέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶ[ν]
τῶι ἀγῶνι τῶι καινῶι· τῆς δὲ ποιήσεως τοῦ στεφάνου καὶ τῆ[ς]
95 ἀναγορεύσεως ἐπιμεληθῆναι τοὺς ἐπὶ τεῖ διοικήσει· στῆσα[ι]
δὲ αὐτοῦ τὸν δῆμον καὶ εἰκόνα χαλ<κ>ῆν ἐν τεῖ ἀγορᾶι, εἶναι δ̣-
ὲ καὶ προεδρίαν αὐτῶι ἐν ἅπασιν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τ[ί]-
θησιν καὶ τὸν ἀρχιτέκτονα τὸν ἐπὶ τὰ ἱερὰ χειρο<το>νούμεν[ο]-
ν κατ<α>νέμειν αὐτῶι τὴν προεδρίαν· χειροτονῆσαι δὲ τὸν δ̣[ῆ]-
100 μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων οἵτινες ἐπιμ[ελ]-
ήσονται τῆς τε ποιήσεως τῆς εἰκόνος καὶ τῆς ἀναθέσεως· [ε]-
ἰσαγαγεῖν δὲ καὶ τοὺς θεσμοθέτας τὴν δοκιμασίαν τῆς δ[ωρ]-
εᾶς αὐτῶι εἰς τ<ὴ>ν ἡλιαίαν ἐπειδὰν αἱ ἡμέραι αἱ ἐκ τοῦ νόμ[ου]
διεξέλθωσιν· <ὅ>π<ω>ς δ’ ἂν καὶ εἰς τὸν λοιπὸν χρόνον ὑπόμνημα [δ]-
105 ιαμένει τῶν πεφιλοτιμημένων εἰς τὸν δῆμον Καλλίαι, ἀναγ[ρά]-
ψαι τόδε τὸ [ψή]φισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν [ἐν]
στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, εἰς δὲ τὴν ἀν[αγ]-
ραφὴν <κ>αὶ τὴν στήλην μερίσαι τοὺς ἐπὶ τεῖ διοκήσηι {²⁶διοικήσει}²⁶ τὸ [ἀν]-
άλωμα τὸ γενόμενον.
Search Help