Honorific decree for taxiarchoi.  Three fragments of a stele of white marble; (a) and (b) joining. Stoich. 43.
[ ] Attica — Athens — Agora — 275/4 BC — SEG 15.101 — Agora XVI 185 — SEG 58.153
See also:
1 ἐπὶ Ὀλβίου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος δωδεκάτ[ης πρ]-
υτανείας, ἧι Κυδίας Τιμωνίδου Εὐωνυμεὺς ἐγρα[μμάτε]-
υεν· Σκιροφοριῶνος ἕνει καὶ νέαι· ἐνάτει καὶ εἰ[κοστε]-
ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρων ἐπεψή[φιζεν]
5 Αἰσχίνης Ἀντικράτου Φαληρεὺς καὶ συμπρόεδρ[οι· ἔδο]-
ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰ[ξωνεὺς]
εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι οἱ ἐπὶ Ὀλβίου ἄρχο[ντος ἦρ]-
[ξα]ν τὴν ἀρχὴν καλ̣ῶ̣ς̣ κ[αὶ] κατὰ το̣ὺ̣[ς νόμου]ς̣ [καὶ τάς τε θυ]-
σίας, ὅσας ἔδει αὐτοὺς θῦσ[αι μετὰ τῶν στρατηγῶν ἁπάσ]-
10 ας ἐκ τῶν ἰδίων τεθύκασιν [ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ v]
δήμου, ἐπεμελήθησαν δὲ καὶ [․․․․․․․․․21․․․․․․․․․․]
τῆς τάξεως τῆς ἑαυτοῦ ἕκασ[τος, ὅπως ἂν ὡς ἄριστα κατε]-
σκευασμένοι τοῖς ὅπλοις ε[ἴς τε τοὺς ἐξετασμοὺς καὶ]
τὰς φυλακὰς πορεύωνται, δι[ετέλεσαν δὲ καὶ ἐν τοῖς ἄλ]-
15 λοῖς πᾶσιν πειθαρχοῦντες [τοῖς στρατηγοῖς ἀκολούθ]-
ως τοῖς νόμοις· ὅπως ἂν οὖν ἐ[φάμιλλον ἦι τοῖς ἄρξουσι]-
ν τὴν ἀρχὴν ταύτην φιλοτίμ[ως καὶ δικαίως ἄρχειν, ἀγα]-
θεῖ τύχει, δεδόχθαι τεῖ βουλ̣[εῖ· τοὺς προέδρους, οἵτιν]-
ες ἂν λάχωσιν προεδρεύειν ἐ[ν τῶι δήμωι εἰς τὴν ἐπιοῦ]-
20 σαν ἐκκλησίαν χρηματίσαι [περὶ τούτων, γνώμην δὲ ξυμ]-
βάλλεσθαι τῆς βουλῆς εἰς [τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου]-
λεῖ ἐ[π]αινέσαι τοὺς τα[ξιάρχους τοὺς ἐπὶ Ὀλβίου ἄρχο]-
ντος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ τὸ]-
ν νόμον ἀρε[τῆς ἕνεκα καὶ ἀνδραγαθίας τῆς εἰς τὴν βου]-
25 λὴν καὶ τὸ[ν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ πρ]-
οεδρία[ν ἐν ἅπασιν τοῖς ἀγῶσιν, οὓς ἂν ἡ πόλις τιθεῖ· ἀν]-
αγρά[ψαι δὲ τόδε τὸ ψ]ή̣φι̣[σμα τὸν γραμματέα τὸν κατὰ πρ]-
υ[τανείαν ἐν στήλει λ]ιθίνε[ι καὶ στῆσαι ․․․․11․․․․․]
[․4․․· εἰς δὲ τὴν ἀναγ]ραφὴν τ̣[ῆς στήλης δοῦναι τοὺς ἐπὶ]
30 [τεῖ διοικήσει τὸ γε]νόμενο[ν ἀνάλωμα].
                                       vacat 0,062
Search Help