Honorific decree for the archon Euthios. Intact pedimental stele of blue marble. Stoich. 31.
[ ]
Attica — Athens — Agora — 282/1 BC — Hesperia 7 (1938) 100, 18 — SEG 25.89 — Agora XVI 181
See also:
| 1 | θεοί· |
| ἐπὶ Νικίου ἄρχοντος, ἐπὶ τῆς Οἰνηίδος | |
| ἑβδόμης πρυτανείας, ἧι Θεόφιλος Θεοδ- | |
| ότου ἈχαρνεὺςVIII ἐγραμμάτευεν· Γαμηλιῶ- | |
| 5 | νος ἐνάτηι ἱσταμένου· τρίτηι καὶ εἰκο- |
| στεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προ- | |
| έδρων ἐπεψήφιζεν Οἰνοκράτης Οἰνοβί- | |
| ου Ἐλε[υ]σίνιος καὶ συνπρόεδροι· vv ἔδο- | |
| ξεν τῶι δήμωι· Ἀγύρριος Καλλιμέδοντο- | |
| 10 | ς Κολλυτεὺς εἶπεν· ἐπειδὴ Εὔθιος ἄρχω- |
| ν γενόμενος τάς τε θυσίας ἔθυσεν τοῖς | |
| θεοῖς κατὰ τὰ πάτρια καὶ τῆς πομπῆς τῶ- | |
| ι Διονύσωι ἐπεμελήθη φιλοτίμως καὶ τ- | |
| ἆλλα πάντα ἔπραξεν τὰ περὶ τὴν ἀρχὴν δ- | |
| 15 | ικαίως πειθόμενος τοῖς τε νόμοις καὶ |
| τοῖς ψηφίσμασιν τῆς βουλῆς καὶ τοῦ δή- | |
| μου, καὶ διὰ ταῦτα αὐτὸν καὶ πρότερον ὁ | |
| δῆμος ἐπήινεσεν καὶ ἐστεφάνωσεν ἐν τ- | |
| ῆι ἐκκλησίαι τῆι ἐν Διονύσου· ὅπως ἂν ο- | |
| 20 | ὖν πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμος καὶ νῦν |
| καὶ εἰς τὸν λοιπὸν χρόνον τιμήσει τοὺ- | |
| ς δικαίως ἄρχοντας τὰς ἀρχὰς καὶ κατὰ | |
| τοὺς νόμους, ἀγαθεῖ τύχει, δεδόχθαι τῶ- | |
| ι δήμωι· ἐπαινέσαι Εὔθιον Ἀντιφῶντος | |
| 25 | ΤειθράσιονIV φιλοτιμίας ἕνεκα καὶ εὐν- |
| οίας, ἣν ἔχων διατελεῖ πρὸς τὸν δῆμον, κ- | |
| αὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι | |
| [κ]ατὰ {τα} τὸν νόμον· εἶναι δὲ αὐτῶι καὶ ἄλ- | |
| λο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου, ὅτο- | |
| 30 | υ ἂν δοκεῖ ἄξιος εἶναι, ὅταν ὁ Πειραιεὺ- |
| ς καὶ τὸ ἄστυ ἐν τῶι αὐτῶι γένηται· ἐπαι- | |
| νέσαι δὲ καὶ τοὺς παρέδρους αὐτοῦ Μει- | |
| δογένην Μείδωνος ἈθμονέαIX, Σωκράτην Σ- | |
| ωδάμου ΠαιανιέαV, δικαιοσύνης ἕνεκα κ- | |
| 35 | αὶ φιλοτιμίας, καὶ στεφανῶσαι ἑκάτερο- |
| ν αὐτῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο- | |
| ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα- | |
| μματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι | |
| λιθίνει καὶ στῆσαι ἔμπροσθε τοῦ συνε- | |
| 40 | δρίου· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης |
| μερίσαι τοὺς ἐπὶ τῆι διοικήσει v Δ v δρ- | |
| αχμάς. vacat | |
| row 1 | {²in corona:}² |
| 43 | ὁ δῆμος |
| row 2.cr. 1 | {²in corona:}² |
| 44 | ὁ δῆμος |
| 45 | ὁ Σαλαμινίων |
| cr. 2 | {²in corona:}² |
| 44 | οἱ φυλέται. |