Honorific decree for Spartokos III, king of Bosporos.  Two non-joining fragments of a pedimental stele of blue marble. Stoich. 36-38.
[ ] Attica — Athens — Akropolis — 285/4 BC — IG II² 653 w. Add. p. 662 — Syll.³ 370 — W. Ameling et al., Schenkungen I (1995) 74, KNr. 34 [E]
See also:
1 [ἐπὶ Δ]ιοτίμου ἄρχοντος, ἐπὶ τῆς Ἀντι[γονίδος ἑ]-
[βδό]μης πρυτανείας, ἧι ΛυσίστρατοἈριστομά]-
[χου] ΠαιανιεὺςV ἐγραμμάτευεν· Γα[μηλιῶνος ἕνει]
[καὶ] νέαι· ἐνάτηι καὶ εἰ[κο]στῆι τῆ[ς πρυτανείας]·
5 [ἐκκ]λησία· τῶν προέδρω[ν ἐπε]ψ[ήφιζεν — 7-8 —]
[․․․]οσθένου Ξυπετ[αιὼν καὶ συμπρόεδροι· ἔδο]-
[ξε]ν τῶι δήμωι· Ἀγύρ[ριος Καλλιμέδοντος Κολλυ]-
τεὺς εἶπεν· ἐπειδὴ [πρότερόν τε οἱ πρόγονοι οἱ]
Σπαρτόκου χρείας [παρέσχοντο τῶι δήμωι καὶ]
10 νῦν Σπάρτοκος πα[ραλαβὼν τὴν εἰς τὸν δῆμον οἰ]-
κειότητα κοινῆι [τε τῶι δήμωι χρείας παρέχε]-
ται καὶ ἰδίαι Ἀθη[ναίων τοῖς ἀφικνουμένοις]
πρὸς αὑτόν, ἀνθ’ [ὧν καὶ ὁ δῆμος ὁ Ἀθηναίων αὐτοὺς]
πολίτας ἐποιή[σατο καὶ ἐτίμησ]εν [εἰκόσιν χαλ]-
15 καῖς ἔν τε τῆι [ἀγορᾶι καὶ] ν τῶι ἐμπορίωι [καὶ]
ἄλλαις δωρεα[ῖς, αἷς προσή]κει τιμᾶσθαι τοὺ[ς]
ἀγαθοὺς ἄνδρ[ας, καὶ διέθε]το, ἐάν τις βαδίζε[ι]
ἐπὶ τὴν ἀρχὴν τ[ὴν τῶν προγόνω]ν αὐτοῦ ἢ τὴν Σπα[ρ]-
τόκου, βοηθε[ῖν παντὶ σθένε]ι κ[α]ὶ κατὰ γῆν καὶ
20 κατὰ θάλατ[ταν· ἔτι δὲ Σπάρτ]οκος ἀφικομένης
πρεσβείας [παρ’ Ἀθηναίων ἀκ]ούσας, τι δῆμος
κεκόμιστ[αι τὸ ἄστυ, συνήσ]θη τοῖς εὐτυχήμασ[ι]
τοῦ δή[μ]ο[υ καὶ δέδωκεν σίτ]ου δωρεὰν μυρίου[ς]
καὶ πε[ντακισχιλίους με]δίμνους, ἐπαγγέλλε[τ]-
25 [αι δὲ καὶ εἰς τὸ λοιπὸν χρ]είαν παρέξεσθαι τῶ[ι]
[δήμωι τῶι Ἀθηναίων καθό]τι ἂν δύνηται, καὶ ταῦ-
[τα πράττει προαιρούμεν]ος διαφυλάττειν τὴν
[εὔνοιαν τὴν εἰς τὸν δῆμ]ον τὴν παραδεδομένην
[αὐτῶι παρὰ τῶν προγόνω]ν· ὅπως ἂν οὖν φαίνηται
30 [καὶ ὁ δῆμος φιλοτιμού]μενος πρὸς τοὺς εὔνους
[διὰ τοῦ ἔμπροσθεν χρ]όνου διαμεμενηκότας αὐ-
[τῶι, ἀγαθῆι τύχηι, δε]δόχθαι τῶι δήμωι· ἐπ[αινέ]-
[σαι μὲν τὸν βασιλέ]α Σπάρτοκον Εὐμήλου [— 5-6 —]
[․․5․․ καὶ στεφανῶ]σαι χρυσῶι στεφάνωι [κατὰ]
35 [τὸν νόμον ἀρετῆς] ἕνεκα καὶ εὐνοίας, ἣν ἔχω[ν δι]-
[ατελεῖ πρὸς τὸν] δῆμον, καὶ ἀνειπεῖν τὸν στέ[φα]-
[νον Διονυσίω]ν τῶν μεγάλων τραγωιδοῖς ἐν τῶι
[ἀγῶνι· τῆς δὲ π]οιήσεως τοῦ στεφάνου καὶ τῆς -
[ναγορεύσεω]ς ἐπιμεληθῆναι τοὺς ἐπὶ τῆι διο[ι]-
40 [κήσει· στῆσαι] δ’ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆ[ι]
[ἀγορᾶι παρὰ] τοὺς προγόνους καὶ ἑτέραν ἐ[ν ἀκρ]-
[οπόλει· ὅπω]ς ἂν δὲ καὶ εἰδῆι ὁ βασιλεὺς Σπάρτ[ο]-
[κος τὰ ἐψηφ]ισμένα τῶ<ι> δήμωι, χειροτονῆσαι πρέ-
[σβεις τρε]ῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι-
45 [νες αἱρεθ]έντες ἀπαροῦσιν καὶ τό τε ψήφισμα ἀ-
[ποδώσου]σιν καὶ ἀπανγελοῦσι τὴν εὔνοιαν, ἣν
[ἔχει πρὸ]ς αὐτὸν ὁ δῆμος, καὶ παρακαλοῦσιν αὐ-
[τὸν βοηθ]εῖν τῶι δήμωι, καθότι ἂν δύνηται· δοῦ-
[ναι δὲ ἐφ]όδια τῶν πρέσβειων ἑκάστωι τὸ τετα-
50 [γμένον]· ὅπως ἂν δὲ καὶ ὑπόμνημα ἦι τῆς οἰκειό-
[τητος] κ̣αὶ τῶν δωρειῶν τῶν προστιθεμένων αὐ-
[τῶι πρ]ὸς ταῖς ὑπαρχούσαις, τὸν γραμματέα τὸν
[κατὰ] π̣ρυτανείαν ἀναγράψαι τόδε τὸ ψήφισμα
[ἐν στ]ήληι λιθίνηι καὶ στῆσαι ἐν ἀκροπόλει· τὸ
55 [δὲ ἀ]νάλωμα τὸ γενόμενον μερίσαι τοὺς ἐπὶ τῆι
[διο]ικήσει.
                                      vacat 0,135
                                   {²in corona:
57                                     ὁ δῆμος.
Search Help
Contact Us