| 1 | [ἐπὶ Δ]ιοτίμου ἄρχοντος ἐπὶ τῆς Ἀντι[γονίδος ἑ]- |
| [βδό]μης πρυτανείας, ἧι Λυσίστρατο[ς Ἀριστομά]- | |
| [χου] Παιανιεὺς ἐγραμμάτευεν· Γα[μηλιῶνος ἕνει] | |
| [καὶ] νέαι, ἐνάτηι καὶ εἰ[κο]στῆι τῆ[ς πρυτανείας]· | |
| 5 | [ἐκκ]λησία· τῶν προέδρω[ν ἐπε]ψ[ήφιζεν ․․c.8․․․] |
| [Αὐτ]οσθένου Ξυπετ[αιὼν καὶ συμπρόεδροι· ἔδο]- | |
| [ξε]ν τῶι δήμωι· Ἀγύρ[ριος Καλλιμέδοντος Κολλυ]- | |
| τεὺς εἶπεν· ἐπειδὴ [πρότερόν τε οἱ πρόγονοι οἱ] | |
| Σπαρτόκου χρείας [παρέσχηνται τῶι δήμωι καὶ] | |
| 10 | νῦν Σπάρτοκος πα[ραλαβὼν τὴν εἰς τὸν δῆμον οἰ]- |
| κειότητα κοινῆι [τε τῶι δήμωι χρείας παρέχε]- | |
| ται καὶ ἰδίαι Ἀθη[ναίων τοῖς ἀφικνουμένοις] | |
| πρὸς αὐτόν· ἀνθ’ [ὧν καὶ ὁ δῆμος ὁ Ἀθηναίων αὐτοὺς] | |
| πολίτας ἐποιή[σατο καὶ ἐτίμησ]εν [εἰκόσιν χαλ]- | |
| 15 | καῖς ἔν τε τῆι [ἀγορᾶι καὶ] ἐν τῶι ἐμπορίωι [καὶ] |
| ἄλλαις δωρεα[ῖς, αἷς προσή]κει τιμᾶσθαι τοὺ[ς] | |
| ἀγαθοὺς ἄνδρ[ας, καὶ διέθε]το, ἐάν τις βαδίζε[ι] | |
| ἐπὶ τὴν ἀρχὴν τ[ὴν τῶν προγόνω]ν αὐτοῦ ἢ τὴν Σπα[ρ]- | |
| τόκου, βοηθε[ῖν παντὶ σθένε]ι κ[α]ὶ κατὰ γῆν καὶ | |
| 20 | κατὰ θάλατ[ταν· ἔτι δὲ Σπάρτ]οκος ἀφικομένης |
| πρεσβείας [παρ’ Ἀθηναίων ἀκ]ούσας ὅτι ὁ δῆμος | |
| κεκόμιστ[αι τὸ ἄστυ συνήσ]θη τοῖς εὐτυχήμασ[ι] | |
| τοῦ δή[μ]ο[υ καὶ δέδωκεν σίτ]ου δωρεὰν μυρίου[ς] | |
| καὶ πε[ντακισχιλίους με]δίμνους, ἐπαγγέλλε[τ]- | |
| 25 | [αι δὲ καὶ εἰς τὸ λοιπὸν χρ]είαν παρέξεσθαι τῶ[ι] |
| [δήμωι τῶι Ἀθηναίων καθό]τι ἂν δύνηται, καὶ ταῦ- | |
| [τα πράττει προαιρούμεν]ος διαφυλάττειν τὴν | |
| [εὔνοιαν, τὴν εἰς τὸν δῆμ]ον τὴν παραδεδομένην | |
| [αὐτῶι παρὰ τῶν προγόνω]ν· ὅπως ἂν οὖν φαίνηται | |
| 30 | [καὶ ὁ δῆμος φιλοτιμού]μενος πρὸς τοὺς εὔνους |
| [διὰ τοῦ ἔμπροσθεν χρ]όνου διαμεμενηκότας αὐ- | |
| [τῶι, τύχηι ἀγαθῆι δε]δόχθαι τῶι δήμωι ἐπ[αινέ]- | |
| [σαι μὲν τὸν βασιλέ]α Σπάρτοκον Εὐμήλου [Βοσπ]- | |
| [όριον καὶ στεφανῶ]σαι χρυσῶι στεφάνωι [κατὰ] | |
| 35 | [τὸν νόμον ἀρετῆς] ἕνεκα καὶ εὐνοίας ἣν ἔχω[ν δ]- |
| [ιατελεῖ πρὸς τὸν] δῆμον καὶ ἀνειπεῖν τὸν στέ[φα]- | |
| [νον Διονυσίων] τῶν μεγάλων τραγωιδοῖς ἐν τῶι | |
| [ἀγῶνι· τῆς δὲ π]οιήσεως τοῦ στεφάνου καὶ τῆς ἀ- | |
| [ναγορεύσεω]ς ἐπιμεληθῆναι τοὺς ἐπὶ τῆι διο[ι]- | |
| 40 | [κήσει· στῆσαι] δ’ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆ[ι] |
| [ἀγορᾶι παρὰ] τοὺς προγόνους καὶ ἑτέραν ἐ[ν ἀκρ]- | |
| [οπόλει· ὅπω]ς ἂν δὲ καὶ εἰδῆι ὁ βασιλεὺς Σπάρτ[ο]- | |
| [κος τὰ ἐψηφ]ισμένα τῶι δήμωι, χειροτονῆσαι πρέ- | |
| [σβεις τρε]ῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι[ν]- | |
| 45 | [ες αἱρεθέ]ντες ἀπαροῦσιν καὶ τό τε ψήφισμα ἀ- |
| [ποδώσου]σιν καὶ ἀπανγελοῦσι τὴν εὔνοιαν ἣν | |
| [ἔχει πρὸ]ς αὐτὸν ὁ δῆμος καὶ παρακαλοῦσιν αὐ- | |
| [τὸν βοηθ]εῖν τῶι δήμωι καθότι ἂν δύνηται· δοῦ- | |
| [ναι δὲ ἐφό]δια τῶν πρέσβειων ἑκάστωι τὸ τετα- | |
| 50 | [γμένον]· ὅπως ἂν δὲ καὶ ὑπόμνημα ἦι τῆς οἰκειό- |
| [τητος κ]αὶ τῶν δωρειῶν τῶν προστιθεμένων αὐ- | |
| [τῶι πρ]ὸς ταῖς ὑπαρχούσαις, τὸν γραμματέα τὸν | |
| [κατὰ π]ρυτανείαν ἀναγράψαι τόδε τὸ ψήφισμα | |
| [ἐν στ]ήληι λιθίνηι καὶ στῆσαι ἐν ἀκροπόλει, τὸ | |
| 55 | [δὲ ἀν]άλωμα τὸ γενόμενον μερίσαι τοὺς ἐπὶ τῆι |
| [διο]ικήσει. | |
| 56a | in corona: |
| 57 | ὁ δῆμος |
IG II²
653