Honorific decree for Herodoros. Stele of white marble with superimposed relief plaque. Stoich. 30.
[ ]
Attica — Athens — Akropolis — 295/4 BC — IG II² 646 — M.J. Osborne, Naturalization I (1981) 145, D68 — H. Kotsidu, Time kai Doxa (2000) 40, KNr. 9 [E 3]
See also:
a.below relief.1 | Ἡροδώ[ρου]. |
b.2 | [θε]ο[ί]· |
[ἐπὶ Νικοστράτ]ου ἄρχοντος, ἐπὶ τῆ[ς Δη]- | |
[μητριάδος ἐνά]της πρυτανείας· Ἐλ[α]φ̣[η]- | |
5 | [βολιῶνος ἐνάτ]ει ἱσταμένου· πέμπ[τ]ε[ι] |
[καὶ εἰκοστεῖ τῆ]ς πρυτανείας· ἐκκλ[η]σί- | |
[α κυρία· τῶν πρ]οέδρων ἐπεψήφιζεν [Ἀ]ντ- | |
[ίμαχος Α․․․․ο]υ Ἀχαρνεὺς καὶ συμ[π]ρό- | |
[εδροι· ἔδοξεν τ]ῶι δήμωι· Γόργος Φρ[υ]νι- | |
10 | [․․․․․12․․․․․]ς εἶπεν· ἐπειδὴ Ἡρόδωρ- |
[ος πρότερόν τε] διατρίβων παρ’ Ἀντιγό- | |
[νωι τῶι βασιλε]ῖ εὔνους ἦν τῶι δήμωι τ- | |
[ῶι Ἀθηναίων κα]ὶ νῦν ἐμ πίστε<ι> ὢν τῶι βα- | |
[σιλεῖ Δημητρί]ωι ἀγαθόν, ὅ τι δύναται | |
15 | [πράττει κοιν]εῖ τε ὑπὲρ τῆς πόλεως κα- |
[ὶ ἰδίαι ὑπὲρ ἑκ]άστου Ἀθηναίων ἀεὶ το- | |
[ῦ δεομένου, ἀπο]φαίνουσιν δ’ αὐτὸν καὶ | |
[οἱ πρέσβεις οἱ] πεμφθέντες ὑπὲρ τῆς ε- | |
[ἰρήνης πρὸς τὸ]ν βασιλέα Δημήτριον σ- | |
20 | [υναγωνίσασθα]ι τῶι δήμωι εἰς τὸ συντ- |
[ελεσθῆναι τήν] τε φιλίαν τὴν πρὸς τὸν | |
[βασιλέα Δημήτρ]ιον καὶ ὅπως ἂν ὁ δῆμο- | |
[ς ἀπαλλαγεὶς το]ῦ πολέμου τὴν ταχίστ- | |
[ην καὶ κομισάμε]νος τὸ ἄστυ δημοκρατ- | |
25 | [ίαν διατελῆι ἔ]χ̣ων, ἀγαθεῖ τύχει, δεδό- |
[χθαι τῶι δήμωι]· ἐπαινέσαι Ἡρόδωρον Φ- | |
[․․․․․12․․․․․]κηνὸν εὐνοίας ἕνεκα κ- | |
[αὶ φιλοτιμίας], ἧς ἔχων διατελεῖ περὶ | |
[τὸν δῆμον τὸν Ἀ]θηναίων, καὶ στεφανῶσ- | |
30 | [αι αὐτὸν χρυσ]ῶ̣ι στεφάνωι κατὰ τὸν νό- |
[μον καὶ ἀνειπε]ῖν τὸν στέφανον Διονυ- | |
[σίων τῶν ἐν ἄστ]ει τραγω[ι]δῶν τῶι ἀγῶν- | |
[ι· εἶναι δ’ αὐτὸν] Ἀθηναῖον καὶ τοὺς ἐκγ- | |
[όνους αὐτοῦ καὶ] γράψασθαι αὐτὸν φυλ- | |
35 | [ῆς καὶ δήμου κα]ὶ φρατρίας, ἧς ἂν βούλη- |
[ται· εἶναι δ’ αὐτ]ῶι καὶ σίτησιν ἐμ πρυτ- | |
[ανείωι καὶ ἐκγ]όνων ἀεὶ τῶι πρεσβυτ[ά]- | |
[τωι καὶ προεδρ]ίαν ἐν πᾶσιν τοῖς ἀγῶ[σ]- | |
[ιν, οἷς ἡ πόλις τ]ίθησιν· στῆσαι δ’ αὐτο[ῦ] | |
40 | [τὸν δῆμον καὶ ε]ἰκόνα χαλκῆν ἐν ἀγορ[ᾶ]- |
[ι πλὴν παρ’ Ἁρμό]<δ>ιον καὶ Ἀριστογείτ[ο]- | |
[να καὶ τοὺς Σωτ]ῆρας· χειροτονῆσαι δ[ὲ] | |
[τὸν δῆμον ἤδη τ]ρεῖς ἄνδρας ἐξ Ἀθηνα[ί]- | |
[ων ἁπάντων, οἵτ]ινες ἐπιμελήσονται [τ]- | |
45 | [ῆς ποήσεως τῆς] εἰκόνος· μερίσαι δ’ αὐτ- |
[οῖς τὸν ἐξετασ]τὴν καὶ τοὺς τριττυάρ- | |
[χους εἰς τὴν εἰ]κόνα, ὅ τι ἂν ἀνάλωμα γέ- | |
[νηται· τοὺς δὲ πρ]υτάνεις δοῦναι περὶ | |
[αὐτοῦ τὴν ψῆφον] εἰς τὴν πρώτην ἐκκλη- | |
50 | [σίαν· τοὺς δὲ θεσ]μοθέτας εἰσαγαγεῖν |
[αὐτῶι τὴν δοκι]μ̣ασίαν τῆς πολιτείας | |
[καὶ τῆς δωρεᾶς] εἰς τὸ δικαστήριον κα- | |
[τὰ τὸν νόμον, ὅτ]αν πρῶτον δικαστήρια | |
[ἀναπληρῶσιν· ἀ]ναγράψαι δὲ τόδε τὸ ψή- | |
55 | [φισμα τὸν γραμ]ματέα τὸν κατὰ πρυταν- |
[είαν ἐν στήλει] λιθίνει καὶ στῆσαι ἐν | |
[ἀκροπόλει· εἰς] δὲ τὴν ἀναγραφὴν τῆς σ- | |
[τήλης δοῦναι τ]ὸν ἐπὶ τεῖ διοικήσει. v | |
{²in corona:}² | |
59 | ὁ δῆμος. |