Honorific decree for Herodoros.  Stele of white marble with superimposed relief plaque. Stoich. 30.
[ ] Attica — Athens — Akropolis — 295/4 BC — IG II² 646 — M.J. Osborne, Naturalization I (1981) 145, D68 — H. Kotsidu, Time kai Doxa (2000) 40, KNr. 9 [E 3]
See also:
a.below relief.1 Ἡροδώ[ρου].
b.2 [θε]ο[ί]·
[ἐπὶ Νικοστράτ]ου ἄρχοντος, ἐπὶ τῆ[ς Δη]-
[μητριάδος ἐνά]της πρυτανείας· Ἐλ[α]φ̣[η]-
5 [βολιῶνος ἐνάτ]ει ἱσταμένου· πέμπ[τ]ε[ι]
[καὶ εἰκοστεῖ τῆ]ς πρυτανείας· ἐκκλ[η]σί-
[α κυρία· τῶν πρ]οέδρων ἐπεψήφιζεν [Ἀ]ντ-
[ίμαχος Α․․․․ο]υ Ἀχαρνεὺς καὶ συμ[π]ρό-
[εδροι· ἔδοξεν τ]ῶι δήμωι· Γόργος Φρ[υ]νι-
10 [․․․․․12․․․․․]ς εἶπεν· ἐπειδὴ Ἡρόδωρ-
[ος πρότερόν τε] διατρίβων παρ’ Ἀντιγό-
[νωι τῶι βασιλε]ῖ εὔνους ἦν τῶι δήμωι τ-
[ῶι Ἀθηναίων κα]ὶ νῦν ἐμ πίστε<ι> ὢν τῶι βα-
[σιλεῖ Δημητρί]ωι ἀγαθόν, ὅ τι δύναται
15 [πράττει κοιν]εῖ τε ὑπὲρ τῆς πόλεως κα-
[ὶ ἰδίαι ὑπὲρ ἑκ]άστου Ἀθηναίων ἀεὶ το-
[ῦ δεομένου, ἀπο]φαίνουσιν δ’ αὐτὸν καὶ
[οἱ πρέσβεις οἱ] πεμφθέντες ὑπὲρ τῆς ε-
[ἰρήνης πρὸς τὸ]ν βασιλέα Δημήτριον σ-
20 [υναγωνίσασθα]ι τῶι δήμωι εἰς τὸ συντ-
[ελεσθῆναι τήν] τε φιλίαν τὴν πρὸς τὸν
[βασιλέα Δημήτρ]ιον καὶ ὅπως ἂν ὁ δῆμο-
[ς ἀπαλλαγεὶς το]ῦ πολέμου τὴν ταχίστ-
[ην καὶ κομισάμε]νος τὸ ἄστυ δημοκρατ-
25 [ίαν διατελῆι ἔ]χ̣ων, ἀγαθεῖ τύχει, δεδό-
[χθαι τῶι δήμωι]· ἐπαινέσαι Ἡρόδωρον Φ-
[․․․․․12․․․․․]κηνὸν εὐνοίας ἕνεκα κ-
[αὶ φιλοτιμίας], ἧς ἔχων διατελεῖ περὶ
[τὸν δῆμον τὸν Ἀ]θηναίων, καὶ στεφανῶσ-
30 [αι αὐτὸν χρυσ]ῶ̣ι στεφάνωι κατὰ τὸν νό-
[μον καὶ ἀνειπε]ῖν τὸν στέφανον Διονυ-
[σίων τῶν ἐν ἄστ]ει τραγω[ι]δῶν τῶι ἀγῶν-
[ι· εἶναι δ’ αὐτὸν] Ἀθηναῖον καὶ τοὺς ἐκγ-
[όνους αὐτοῦ καὶ] γράψασθαι αὐτὸν φυλ-
35 [ῆς καὶ δήμου κα]ὶ φρατρίας, ἧς ἂν βούλη-
[ται· εἶναι δ’ αὐτ]ῶι καὶ σίτησιν ἐμ πρυτ-
[ανείωι καὶ ἐκγ]όνων ἀεὶ τῶι πρεσβυτ[ά]-
[τωι καὶ προεδρ]ίαν ἐν πᾶσιν τοῖς ἀγῶ[σ]-
[ιν, οἷς ἡ πόλις τ]ίθησιν· στῆσαι δ’ αὐτο[ῦ]
40 [τὸν δῆμον καὶ ε]ἰκόνα χαλκῆν ἐν ἀγορ[ᾶ]-
[ι πλὴν παρ’ Ἁρμό]<δ>ιον καὶ Ἀριστογείτ[ο]-
[να καὶ τοὺς Σωτ]ῆρας· χειροτονῆσαι δ[ὲ]
[τὸν δῆμον ἤδη τ]ρεῖς ἄνδρας ἐξ Ἀθηνα[ί]-
[ων ἁπάντων, οἵτ]ινες ἐπιμελήσονται [τ]-
45 [ῆς ποήσεως τῆς] εἰκόνος· μερίσαι δ’ αὐτ-
[οῖς τὸν ἐξετασ]τὴν καὶ τοὺς τριττυάρ-
[χους εἰς τὴν εἰ]κόνα, ὅ τι ἂν ἀνάλωμα γέ-
[νηται· τοὺς δὲ πρ]υτάνεις δοῦναι περὶ
[αὐτοῦ τὴν ψῆφον] εἰς τὴν πρώτην ἐκκλη-
50 [σίαν· τοὺς δὲ θεσ]μοθέτας εἰσαγαγεῖν
[αὐτῶι τὴν δοκι]μ̣ασίαν τῆς πολιτείας
[καὶ τῆς δωρεᾶς] εἰς τὸ δικαστήριον κα-
[τὰ τὸν νόμον, ὅτ]αν πρῶτον δικαστήρια
[ἀναπληρῶσιν· ἀ]ναγράψαι δὲ τόδε τὸ ψή-
55 [φισμα τὸν γραμ]ματέα τὸν κατὰ πρυταν-
[είαν ἐν στήλει] λιθίνει καὶ στῆσαι ἐν
[ἀκροπόλει· εἰς] δὲ τν ἀναγραφὴν τῆς σ-
[τήλης δοῦναι τ]ὸν ἐπὶ τεῖ διοικήσει. v
                         {²in corona:
59                           ὁ δῆμος.
Search Help
Contact Us