Honorific decrees for the prytaneis of Hippothontis. Pedimental stele of gray marble. Non-stoich. c. 72.
[ ]
Attica — Athens — Agora — 178/7 BC — S. Dow, Hesperia Suppl. 1 (1937) 120, 64 — Agora XV 194
See also:
I.1 | [ἐπὶ Φίλω]νο̣ς ἄρχοντος τοῦ μετὰ Μενέδημον, ἐπὶ τῆς Ἱπποθωντίδος τετάρτης πρυτανείας, ἧι Φιλιστί- |
[ων Φιλ]ιστίωνος ΠοτάμιοςIV ἐγραμμάτευεν· v Πυανοψιῶνος ἐνάτει μετ’ εἰκάδας, τριακοστεῖ τῆς πρυ- | |
[τανε]ίας· ἐκκλ̣ησία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἡρακλείδης Τηλεμάχου ἐκ Κεραμέ- | |
[ων κ]αὶ συμπρόεδροι· v ἔδοξεν τῶι δήμωι· v Καλλιάδης Παυσιμάχου Λακιάδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ%⁸⁰- | |
5 | [γέλ]λουσιν οἱ πρυτάν̣εις τῆ̣ς Ἱπποθωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι |
[τε] Ἀ̣πόλλωνι τῶι Προστα̣τηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v | |
[ἀγ]αθεῖ τύχει, δεδόχθαι τ̣ῶι δήμ̣ωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον vv | |
[ἐ]φ’ ὑγιείαι vvvvvv καὶ σωτηρίαι̣ τ̣ῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυ- | |
[τ]ά̣νεις τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπεμε- | |
10 | [λ]ήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προ- |
σ̣έταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Ἱπποθωντίδος | |
καὶ στεφανῶσαι χρ̣υ̣σῶι στεφάνωι κατ̣ὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο- | |
τιμίας τῆς εἰς [τ]ὴ̣ν βουλὴν καὶ τὸν δῆμον τ̣ὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ̣- | |
α τὸν κατὰ πρυτανε̣ίαν ἐν στήλει λιθίνει κ̣αὶ̣ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς v | |
15 | στ[ή]λης καὶ τὴν ἀνάθεσιν μερ̣[ί]σαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. |
vacat 0,03 | |
cit. 1.16 | ἡ βουλὴ |
τὸν ταμίαν | |
Θεόδοτον | |
ἐκ Κοίλης | |
cit. 2.20 | ὁ δῆμος |
vacat | |
21 | τοὺς πρυτάνεις |
cit. 3.22 | ἡ βουλὴ |
τὸγ γραμμα- | |
τέα | |
25 | Ἀρχέστρατον |
Ἐλευσίνιον | |
vacat 0,047-0,06 | |
II.27 | ἐ̣πὶ [Φ]ί̣λ̣ωνος ἄρχοντος τοῦ [μ]ε̣τ̣ὰ̣ Μενέδημον, ἐπὶ τῆς [Ἀ]κ̣α̣[μ]αντίδος πέμπτης πρυτανείας, ἧι Φιλ̣[ι]- |
στίων Φιλιστίωνος ΠοτάμιοςIV ἐγραμμάτευεν· Μαιμακτηριῶνος ἕκτει ἱσταμένου, δεκάτει τῆς πρ[υ]- | |
τ̣[α]ν̣είας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]πεψήφιζεν Πυθέας Πυθοκλέους Ἀχαρνεὺς καὶ συμ- | |
30 | πρόεδροι· v ἔδοξεν τεῖ βουλεῖ· v Προ[κ]λ̣ῆς Προκ̣λ̣έους Θυμαιτάδης εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Ἱππο%⁸⁰- |
θωντίδος καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώσαντες ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν ὃν v | |
εἵλοντο ἐξ ἑαυτῶν Θεόδοτον Θεοδότου ἐκ Κοίλης τάς τε θυσίας τεθυκέναι πάσας τὰς̣ καθηκούσας [ἐν] | |
τεῖ πρυτανείαι ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων̣ καλῶς κα[ὶ φι]- | |
λοτίμως, v ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· ἐπαινέσαι τὸν ταμίαν Θεόδοτον Θεοδότου ἐκ Κοίλης κα[ὶ] | |
35 | στεφανῶσαι θαλλοῦ στεφάνωι, v ἐπαι[νέ]σαι δὲ καὶ τὸν γραμματέα Ἀρχέστρατον Φανίου Ἐλευσίνιον vv |
καὶ τὸν ἱερέα τοῦ ἐ̣πωνύμου Θράσιππον Καλλίου Γαργήττιον καὶ τὸν γραμματέα τῆς βουλῆς καὶ v | |
τοῦ δήμου Πρωτόμαχον Πρωτομάχου Παιανιέα καὶ τὸν ὑπογραμματέα Δημοκράτην Διφίλου Χο- | |
λαργέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Ε̣ὐκλ̣ῆν Εὐκλέους Βερενικίδην καὶ τὸν αὐλη- | |
τὴν Καλλικράτην Θορίκιον καὶ τὸν ταμίαν τ̣ῆ̣ς βουλῆς Κάλλιππον Λέοντος Αἰξωνέα καὶ στεφαν[ῶ]- | |
40 | σ̣αι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ vacat |
[γ]ραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀνα- | |
[γ]ραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
vacat 0,02 | |
col. I.43 | ἐκ Κοίλης |
Θεόδοτος Θεοδότου | |
45 | Πα[ρά]μονος Εὐμοίρου |
Σ̣ημ̣ω̣νίδης | |
Κλέων | |
Ἐλευσίνιοι | |
Ἀρχέστρατος | |
50 | Κλεόφαντος |
Θέωρος | |
Τιμοκράτης | |
Ἁγνόθεος Εὐφ[ά]ντου | |
Σωσικράτης | |
55 | Ἁμαξαντεῖς |
Διόδοτος | |
Ἡράκλειος | |
Ἀπολλώνιος | |
Νικόδημος | |
vacat 0,06 | |
col. II.60 | Σιμύλος |
Ἀχερδούσιοι | |
Εὔνικος | |
Εὐθύκριτος | |
Δημήτριος Μενεκλέ | |
65 | Σιμίας |
Λεοντομένης | |
Μενίσκος | |
Ἀμύντας | |
Ἀριστοκλῆς | |
70 | Δεκελεεῖς |
Ἱεροκλῆς | |
Πειραιεῖς | |
Θεόβουλος | |
Θεόδωρος | |
75 | Θεόδοτος |
vacat 0,06 | |
col. III.76 | Πολύμνηστος |
Νίκων | |
Νικοκλῆς | |
Πατροκλῆς | |
80 | Σώφιλος |
Θυμαιτάδαι | |
Ἀνδρέας | |
Προκλῆς | |
Φιλόθεος | |
85 | Ἐλαιούσιοι |
Φιλωνίδης | |
Χαιρίων | |
Ἄτταλος | |
Καλλίστρατος | |
90 | Ἡρακλείδης Μήνιδ(ος) |
vacat 0,06 | |
col. IV.91 | Κειριάδαι |
Πολύων | |
Ἀζηνιεῖς | |
Σωγένης | |
95 | Νουμήνιος |
Αὐρίδαι | |
Ἐπίνικος | |
Φιλωνίδης | |
Αἰσχίνης | |
100 | Πρώταρχος |
Ἀνακαιεῖς | |
Λαμψικράτης | |
Ἐροιάδαι | |
Νικοκράτης | |
105 | Κόπρειοι |
Ὀνησίκριτος | |
vacat 0,06 | |
row 1.cit. 1.107 | ἡ βουλὴ |
Θράσιππον | |
Γαργήττιον | |
vacat 0,095 | |
cit. 2.110 | ἡ βουλὴ |
Πρωτόμαχον | |
Παιανιέα | |
vacat 0,095 | |
cit. 3.113 | ἡ βουλὴ |
Δημοκράτην | |
115 | Χολαργέα |
vacat 0,095 | |
cit. 4.116 | ἡ βουλὴ |
Εὐκλῆν | |
Βερενικίδην | |
vacat 0,095 | |
row 2.cit. 1.119 | [ἡ] βουλὴ |
120 | [Καλλι]κράτην |
[Θορίκιον] | |
cit. 2.122 | ἡ βουλὴ |
Κάλλιππον | |
Αἰξωνέα. | |
vacat |