Honorific decrees for the prytaneis of Hippothontis.  Pedimental stele of gray marble. Non-stoich. c. 72.
[ ] Attica — Athens — Agora — 178/7 BC — S. Dow, Hesperia Suppl. 1 (1937) 120, 64 — Agora XV 194
See also:
I.1 [ἐπὶ Φίλω]νο̣ς ἄρχοντος τοῦ μετὰ Μενέδημον, ἐπὶ τῆς Ἱπποθωντίδος τετάρτης πρυτανείας, ἧι Φιλιστί-
[ων Φιλ]ιστίωνος ΠοτάμιοςIV ἐγραμμάτευεν· v Πυανοψιῶνος ἐνάτει μετ’ εἰκάδας, τριακοστεῖ τῆς πρυ-
[τανε]ίας· ἐκκλ̣ησία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἡρακλείδης Τηλεμάχου ἐκ Κεραμέ-
[ων κ]αὶ συμπρόεδροι· v ἔδοξεν τῶι δήμωι· v Καλλιάδης Παυσιμάχου Λακιάδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ%⁸⁰-
5 [γέλ]λουσιν οἱ πρυτάν̣εις τῆ̣ς Ἱπποθωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι
[τε] Ἀ̣πόλλωνι τῶι Προστα̣τηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, v
[ἀγ]αθεῖ τύχει, δεδόχθαι τ̣ῶι δήμ̣ωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον vv
[ἐ]φ’ ὑγιείαι vvvvvv καὶ σωτηρίαι̣ τ̣ῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυ-
[τ]ά̣νεις τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπεμε-
10 [λ]ήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων, ὧν αὐτοῖς προ-
σ̣έταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Ἱπποθωντίδος
καὶ στεφανῶσαι χρ̣υ̣σῶι στεφάνωι κατ̣ὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο-
τιμίας τῆς εἰς [τ]ὴ̣ν βουλὴν καὶ τὸν δῆμον τ̣ὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ̣-
α τὸν κατὰ πρυτανε̣ίαν ἐν στήλει λιθίνει κ̣αὶ̣ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς v
15 στ[ή]λης καὶ τὴν ἀνάθεσιν μερ̣[ί]σαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
                                                                                   vacat 0,03
cit. 1.16 ἡ βουλὴ
τὸν ταμίαν
Θεόδοτον
ἐκ Κοίλης
cit. 2.20      ὁ δῆμος
vacat
21 τοὺς πρυτάνεις
cit. 3.22   ἡ βουλὴ
τὸγ γραμμα-
       τέα
25 Ἀρχέστρατον
Ἐλευσίνιον
                                                                              vacat 0,047-0,06
II.27 ἐ̣πὶ [Φ]ί̣λ̣ωνος ἄρχοντος τοῦ [μ]ε̣τ̣ὰ̣ Μενέδημον, ἐπὶ τῆς [Ἀ]κ̣α̣[μ]αντίδος πέμπτης πρυτανείας, ἧι Φιλ̣]-
στίων Φιλιστίωνος ΠοτάμιοςIV ἐγραμμάτευεν· Μαιμακτηριῶνος ἕκτει ἱσταμένου, δεκάτει τῆς πρ[υ]-
τ̣[α]ν̣είας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]πεψήφιζεν Πυθέας Πυθοκλέους Ἀχαρνεὺς καὶ συμ-
30 πρόεδροι· v ἔδοξεν τεῖ βουλεῖ· v Προ[κ]λ̣ῆς Προκ̣λ̣έους Θυμαιτάδης εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Ἱππο%⁸⁰-
θωντίδος καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώσαντες ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν ὃν v
εἵλοντο ἐξ ἑαυτῶν Θεόδοτον Θεοδότου ἐκ Κοίλης τάς τε θυσίας τεθυκέναι πάσας τὰς̣ καθηκούσας [ἐν]
τεῖ πρυτανείαι ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων̣ καλῶς κα[ὶ φι]-
λοτίμως, v ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· ἐπαινέσαι τὸν ταμίαν Θεόδοτον Θεοδότου ἐκ Κοίλης κα[ὶ]
35 στεφανῶσαι θαλλοῦ στεφάνωι, v ἐπαι[νέ]σαι δὲ καὶ τὸν γραμματέα Ἀρχέστρατον Φανίου Ἐλευσίνιον vv
καὶ τὸν ἱερέα τοῦ ἐ̣πωνύμου Θράσιππον Καλλίου Γαργήττιον καὶ τὸν γραμματέα τῆς βουλῆς καὶ v
τοῦ δήμου Πρωτόμαχον Πρωτομάχου Παιανιέα καὶ τὸν ὑπογραμματέα Δημοκράτην Διφίλου Χο-
λαργέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Ε̣ὐκλ̣ῆν Εὐκλέους Βερενικίδην καὶ τὸν αὐλη-
τὴν Καλλικράτην Θορίκιον καὶ τὸν ταμίαν τ̣ῆ̣ς βουλῆς Κάλλιππον Λέοντος Αἰξωνέα καὶ στεφαν[ῶ]-
40 σ̣αι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι· v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ    vacat
[γ]ραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀνα-
[γ]ραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
                                                                             vacat 0,02
col. I.43      ἐκ Κοίλης
Θεόδοτος Θεοδότου
45 Πα[ρά]μονος Εὐμοίρου
Σ̣ημ̣ω̣νίδης
Κλέων
    Ἐλευσίνιοι
Ἀρχέστρατος
50 Κλεόφαντος
Θέωρος
Τιμοκράτης
Ἁγνόθεος Εὐφ[ά]ντου
Σωσικράτης
55      Ἁμαξαντεῖς
Διόδοτος
Ἡράκλειος
Ἀπολλώνιος
Νικόδημος
vacat 0,06
col. II.60 Σιμύλος
    Ἀχερδούσιοι
Εὔνικος
Εὐθύκριτος
Δημήτριος Μενεκλέ
65 Σιμίας
Λεοντομένης
Μενίσκος
Ἀμύντας
Ἀριστοκλῆς
70     Δεκελεεῖς
Ἱεροκλῆς
    Πειραιεῖς
Θεόβουλος
Θεόδωρος
75 Θεόδοτος
vacat 0,06
col. III.76 Πολύμνηστος
Νίκων
Νικοκλῆς
Πατροκλῆς
80 Σώφιλος
    Θυμαιτάδαι
Ἀνδρέας
Προκλῆς
Φιλόθεος
85      Ἐλαιούσιοι
Φιλωνίδης
Χαιρίων
Ἄτταλος
Καλλίστρατος
90 Ἡρακλείδης Μήνιδ(ος)
vacat 0,06
col. IV.91     Κειριάδαι
Πολύων
    Ἀζηνιεῖς
Σωγένης
95 Νουμήνιος
    Αὐρίδαι
Ἐπίνικος
Φιλωνίδης
Αἰσχίνης
100 Πρώταρχος
    Ἀνακαιεῖς
Λαμψικράτης
    Ἐροιάδαι
Νικοκράτης
105     Κόπρειοι
Ὀνησίκριτος
vacat 0,06
row 1.cit. 1.107  ἡ βουλὴ
Θράσιππον
Γαργήττιον
vacat 0,095
cit. 2.110   ἡ βουλὴ
Πρωτόμαχον
Παιανιέα
vacat 0,095
cit. 3.113 ἡ βουλὴ
Δημοκράτην
115 Χολαργέα
vacat 0,095
cit. 4.116  ἡ βουλὴ
 Εὐκλῆν
Βερενικίδην
vacat 0,095
row 2.cit. 1.119 [ἡ] βουλὴ
120 [Καλλι]κράτην
[Θορίκιον]
cit. 2.122   ἡ βουλὴ
Κάλλιππον
  Αἰξωνέα.
vacat
Search Help
Contact Us