Honorific decree for the prytaneis of Antigonis.  Fragment of a stele of gray marble, broken at the top and bottom. Non-stoich. c. 46.
[ ] Attica — Athens — Agora — 213/2 BC — Hesperia 23 (1954) 236, 7 — SEG 14.68 — Agora XV 135
See also:
1 [ἐπὶ Εὐφιλ]ήτου ἄρχοντος, ἐπὶ τῆς 〚Ἀν[τιγονίδος〛 δευτέρας πρυ]-
[τανεί]ας, ἧι Ἀρίστων Θεοδώρου Ῥαμν̣[ούσιοςXII ἐγραμμάτευεν]·
[ψη]φίσματα δήμου· Μεταγειτνιῶνος ἕκ[τει ἐπὶ δέκα, δευτέ]-
ραι ἐνβολίμωι· μιᾶι καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλησία]
5 ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Παρμ[— — c.10 — —]
μηνίου Λαμπτρεὺς καὶ συνπρόεδροι· Σωστρατῖν[ος — c.6 —]-
νου Μελιτεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυ[τάνεις]
[τῆς Ἀντιγονίδος]〛 ὑπὲρ τῶν θυσιῶν, ὧν ἔθυον τὰ πρὸ τ[ῶν ἐκκλη]-
σιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ]
10 Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, ἀγαθεῖ τύχει, δ[ε]-
δόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱε[%⁸⁰]-
ροῖς, οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου·
ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆ-
κον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπιμεμέληνται δὲ καὶ v
15 τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων πάντων,
ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου·
ἐπαινέσαι τοὺς πρυτάνεις 〚[τῆς Ἀντιγονίδος]〛 καὶ στεφανῶσαι v
χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς vv
τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον
20 τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸ[ν]
κατὰ πρυτανείαν ἐσστήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτα-
νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί̣-
σαι τοὺς ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα.
cit. 1.24  ἡ βουλὴ
25 Ξενόφιλον
vacat
26 Παιανιέα
cit. 2.27 ἡ βουλή,
ὁ δῆμος
τοὺς πρυ-
30  τάνεις
cit. 3.31   ἡ βουλὴ
τὸν γραμματέα
  Ἁγνόθε̣[ον]
   [— — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help