Honorific decree for epimeletai of the Eleusinian Mysteries. Stele of gray marble, broken at the bottom. Non-stoich. c. 33.
[ ]
Attica — Eleusis — 214/3 BC — IG II² 847 w. Add. p. 668 — Syll.³ 540 — I.Eleusis 208
See also:
| 1 | ἐπὶ Διοκλέους ἄρχοντο<ς>, ἐπὶ τῆς Ἱπποθωντί- |
| δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι v | |
| Ἀριστοφάνης Στρατοκλέους ΚειριάδηςXI ἐ- | |
| γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο- | |
| 5 | ριῶνος τρίτει ἱσταμένου· τρίτει τῆς πρυτα- |
| νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]- | |
| πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν | |
| καὶ συμπρόεδροι· | |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 10 | Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ[ὴ] |
| οἱ ἐπιμεληταὶ τῶν Μυστηρίων οἱ χειροτονηθέντες | |
| εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς | |
| τε θυ<⁶¹σ>⁶¹ίας ἔθυσαν, ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ- | |
| τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρ<η>[ι] κ[α]ὶ τοῖς ἄλλοις θεοῖς, | |
| 15 | οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα[ί]- |
| δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθύματα, ἃ <δ>εῖ, | |
| καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς] | |
| τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο[ῖς] | |
| εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο[υ]- | |
| 20 | λεῖ, ἐπεμελήθησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσεω̣[ς] |
| καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰαά̣κχου ὑποδοχῆς, ὡ〚Σ〛σαύ̣- | |
| τως {²⁶ὡσαύτως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν Μυστηρίων γενο- | |
| [μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι διὰ τὸ συντελεῖ[σ]- | |
| θαι τὰ Ἐλευσίνια, ἀ[π]έσ[τ]ειλαν δὲ καὶ εἰς τὰ Ἐ̣- | |
| 25 | λευσίνια θῦμα ταῦρον, ἐκρεανόμησαν δὲ κα[ὶ] |
| τεῖ βουλεῖ τοῖς ἑξακοσίοις καὶ πεντήκοντα | |
| καὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ- | |
| [π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς [τὸ] | |
| Μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν | |
| 30 | τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ |
| ἄλλα πάντα, ὅσα προσῆκεν εἰς τὰς θυσίας̣ | |
| ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι] | |
| πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν | |
| οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς] | |
| 35 | εἰδόσιν, ὅτι χάριτας ἀξίας κομιοῦντα[ι ὧν] |
| ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει, δε[δό]- | |
| χθαι τεῖ βουλεῖ· τοὺς προέδρους, οἵτινες ἂ[ν λά]- | |
| χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]- | |
| κλησίαν χ̣ρ̣ηματίσαι περὶ τούτων, γν[ώμην] | |
| 40 | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]- |
| μον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι τ[οὺς] | |
| ἐπιμελητὰς τῶν Μυστηρίων τοὺς ἐπὶ [Διο]- | |
| κλέους ἄρχοντος v Θρασυκλῆν [— — c.8 — —] | |
| Αὐρίδην, v Νικήτην Νικήτου Π[— — c.9 — —], | |
| 45 | καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]- |
| νης στεφάνωι εὐσεβείας [ἕνεκα τῆς πρὸς] | |
| τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]- | |
| λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ] | |
| λοιπὰ φιλοτιμο[υ]μ̣έ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]- | |
| 50 | ρέσθαι παρὰ τοῦ [δήμου, ὅτου ἂν δοκῶσιν ἄξιοι] |
| εἶναι· v ἀναγράψ̣[αι δὲ τόδε τὸ ψήφισμα τὸν] | |
| γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις] | |
| λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]- | |
| λεῖ τοῦ ἱερο[ῦ τοῦ ἐν Ἐλευσῖνι, τὴν δὲ — c.7 —] | |
| 55 | ΟΙΕΙΣΛ[— — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — —] |