Five decrees in honor of Herakleides of Salamis. Stele of white marble, nearly intact. Stoich. 39 (ll. 2-66).
[ ]
Attica — Athens — Akropolis — 325/4 BC — IG II² 360 w. Add. p. 660 — C.J. Schwenk, Athens (1985) 334, 68 — Rhodes and Osborne, GHI (2003) 95
See also:
| cymatium.1 | θεο[ί]· |
| V.2 | ἐπ’ Ἀντικλ<έ>ους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος πέμπτ- |
| ης πρυτανείας, ἧι Ἀντιφῶν Κοροίβου Ἐλευσί(νιος)VIII ἐγρα- | |
| μμάτευεν· ἑνδεκάτηι· τετάρτηι καὶ τριακοστῆι τῆς πρυταν- | |
| 5 | είας· τῶμ προέδρων ἐπεψήφιζ̣εν Φίλυλλος Ἐλευσί(νιος)· |
| Δημοσθένης Δημοκλέους Λαμπτρεὺς εἶπεν· ἐπειδ- | |
| ὴ Ἡρακλείδης Σαλαμίνιος διατελεῖ φιλοτιμούμ- | |
| ενος πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ ποιῶν ὅ τι δ- | |
| ύναται ἀγαθόν, <κ>αὶ πρότερόν τε ἐπέδωκεν ἐν τῆι σ- | |
| 10 | πανοσιτίαι ∶ ΧΧΧ ∶ μεδίμνους πυρῶν ∶ 𐅃 ∶ δράχμου- |
| ς πρῶτος τῶν καταπλευσάντων ἐνπόρων, καὶ πάλιν, | |
| ὅτε αἱ ἐπιδόσεις ἦσαν, ἐπέδωκε ∶ ΧΧΧ ∶ δραχμὰς εἰ- | |
| ς σιτωνίαν, καὶ τὰ ἄλλα διατελεῖ εὔνους ὢν καὶ φι- | |
| λοτιμούμενος πρὸς τὸν δῆμον, δεδόχθαι τῶι δήμω- | |
| 15 | ι· ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλαμίνι- |
| ον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκ- | |
| α καὶ φιλοτιμίας τῆς πρὸς τὸν δῆμον τὸν Ἀθηναίων· | |
| εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου | |
| τοῦ Ἀθηναίων αὐτὸν καὶ ἐγγόνους· εἶναι δ’ αὐτοῖς | |
| 20 | καὶ γῆς καὶ οἰκίας ἔνκτησιν κατὰ τὸν νόμον καὶ σ- |
| τρατεύεσθαι αὐτοὺς τὰς στρατείας καὶ εἰσφέρε- | |
| ιν τὰς εἰσφορὰς μετὰ Ἀθηναίων· ἀναγράψαι δὲ τόδ- | |
| ε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν | |
| καὶ τοὺς ἄλλους ἐπαίνους τοὺς γεγενημένους αὐ- | |
| 25 | τῶι ἐν στήληι λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει· ε- |
| ἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμία- | |
| ν ΔΔΔ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματ’ ἀναλισ- | |
| ⸏κομένων τῶι δήμωι. vacat | |
| III.29 | Τηλέμαχος Θεαγγέλου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ Ἡρ- |
| 30 | ακλείδης Σαλαμίνιος ἐπέδωκεν τὸν σῖτον τῶι δή- |
| μωι πεντέδραχμον πρῶτος τῶν καταπλευσάντων ἐ- | |
| μπόρων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος, ἐψηφίσθαι τῶ- | |
| ι δήμωι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλ- | |
| αμίνιον καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι | |
| 35 | φιλοτιμίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίω- |
| ν· ἐπειδὴ δὲ καταχθεὶς ὑπὸ Ἡρακλεωτῶν πλέων Ἀθή- | |
| ναζε παρειρέθη τὰ ἱστία ὑπ’ αὐτῶν, ἑλέσθαι πρεσβ- | |
| ευτὴν ἕνα ἄνδρα ἐξ Ἀθηναίων <⁶¹ἁπάντων, ὅστις ἀφικόμενο>⁶¹ς ε- | |
| ἰς Ἡράκλειαν ὡς Διονύσιον ἀξιώσει ἀποδοῦναι τ- | |
| 40 | ὰ ἱστία τὰ Ἡρακλείδου καὶ τὸ λοιπὸν μηδέν’ ἀδικε- |
| ῖν τῶν Ἀθήναζε πλεόντων· καὶ ταῦτα ποιῶν τά τε δί- | |
| καια ποιήσει καὶ οὐθεν<⁶¹ὸς ἀτυχ>⁶¹ήσει τοῦ δήμου 〚τ̣[ο]ῦ̣ Ἀ̣〛- | |
| 〚θηναίων〛 τῶν δικαίων· δοῦναι δὲ τῶι αἱρεθέντ<⁶¹ι πρεσβευ>⁶¹- | |
| <⁶¹τεῖ εἰς ἐφόδι>⁶¹α τὸν ταμίαν τοῦ δήμου ∶ 𐅄∶ δραχμὰς ἐκ τῶ- | |
| 45 | ν κατὰ ψηφίσματ’ ἀναλισκομένων τῶι δήμωι. εἱρέθ- |
| η πρεσβευτὴς Θηβαγένης Ἐλευσίνιος. vacat | |
| I.47 | Τηλέμαχος Θεαγγέλου Ἀχαρ(νεὺς) εἶπεν· ἐψηφίσθαι τῶι |
| δήμωι τὴμ βουλὴν προβουλεύσασαν ἐξενεγκεῖν ε- | |
| ἰς τὴν πρώτην ἐκκλησίαν περὶ Ἡρακλείδου, καθότ- | |
| 50 | ι εὑρήσεται, ἄν τι δύνηται ἀγαθὸν παρὰ τοῦ δήμου |
| ⸏τοῦ Ἀθηναίων. vacat | |
| II.52 | Κηφισόδοτος Εὐαρχίδου Ἀχαρνεὺς εἶπεν· περὶ ὧν ὁ |
| δῆμος προσέταξεν τῆι βουλῆι προβουλεῦσαι περ- | |
| ὶ Ἡρακλείδου τοῦ Σαλαμινίου, δεδόχθαι τῆι βουλ- | |
| 55 | ῆι· ἐπειδὴ Ἡρακλείδης καταπλεύσας Ἀθήναζε σῖτ- |
| ον ἄγων ἐπέδωκεν τῶι δήμωι τρισχιλίους μεδίμν- | |
| ους πέντε δραχμῶν <⁶¹ἕκαστον, τοὺς προέ>⁶¹δρους, οἳ ἂν λάχωσι- | |
| ν προεδρεύειν εἰς τὴν πρώτην ἐκλησίαν, προσαγα- | |
| γεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, | |
| 60 | γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμο- |
| ν, ὅτι δοκεῖ τῆι βουλεῖ ἐπαινέσαι Ἡρακλείδην Χα- | |
| ρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι <⁶¹χρ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰>⁶¹- | |
| υσῶι στεφάνωι ἀπὸ 𐅅 δραχμῶν· εἶναι δ’ αὐτῶι καὶ εὑ- | |
| ρέσθαι παρὰ τοῦ δήμου ὅ τι ἂν δύνηται ἀγαθόν, ὅπως ἂ- | |
| 65 | ν καὶ οἱ ἄλλοι φιλοτιμῶνται <⁶¹εἰδότες, ὅτι τιμᾶι καὶ στεφανοῖ>⁶¹ ἡ βουλὴ τοὺς φ[ι]- |
| λοτιμουμένους. vacat | |
| IV.67 | Φυλεὺς Παυσανίου Οἰναῖος εἶπεν· ἐπειδὴ Ἡρακλείδης Σαλαμίνιος καταπλεύ- |
| σας Ἀθήναζε σῖτον ἄγων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος ἐπέδωκεν τῶι δήμωι ΧΧΧ με- | |
| δίμνους 𐅃 δράχμους καὶ διὰ ταῦτα ὁ δῆμος ἐψηφίσατο αὐτῶι τὴν βουλὴν προβου- | |
| 70 | λεύσασαν ἐξενεγκεῖν εἰς τὸν δῆμον, καθότι εὑρήσεται, ἄν τι δύνηται ἀγαθὸν παρὰ |
| τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ πάλιν ἐπ’ Εὐθυκρίτου ἄρχοντος ἐπέδωκεν τῶι <δήμωι> εἰς <⁶¹σιτωνί>⁶¹αν ΧΧΧ δ- | |
| ραχμάς, δεδόχθαι τῆι βουλῆι· τοὺς προέδρους, οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν κυρίαν | |
| ἐκκλησίαν, προσαγαγεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ- | |
| μβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἡρακλείδην | |
| 75 | Χαρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν· |
| εἶναι δ’ αὐτῶι καὶ εὑρέσθαι ἀγαθὸ[ν πα]ρὰ τοῦ δήμου, ὅτου ἂν δοκεῖ ἄξιος εἶναι, ὅπως | |
| ἂν καὶ οἱ ἄλλοι ἐθέλωσι [— c.4 —]Ω[— — c.12 — — τὴν βου]λ̣ὴ̣ν̣ καὶ τὸν δῆ[μ]ο[ν] ὁρῶντες | |
| τοὺς φιλοτιμουμέ[νους — — — — — — — — — — — — — — — — — — — — — τὸν] δῆμον | |
| [— c.5 —]#⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] πάσα̣ι̣ς | |
| 80 | Α̣[— — — — — — — — c.28 — — — — — — — —]ς. vacat |
| {²in corona:}² {²in corona:}² {²in corona:}² {²in corona:}² | |
| ὁ δῆμος ὁ δῆμος ἡ βουλή ἡ βουλή |