[ ]
Att. — Athens: Akropolis — stoich. 39 — 325/4 BC — IG II² 360+add p.660 — SEG 13.40
See also:
| θεο[ί] | |
| 1 | ἐπ’ Ἀντικλέους ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος πέμπτ- |
| ης πρυτανείας, ἧι Ἀντιφῶν Κοροίβου Ἐλευσί ἐγρα- | |
| μμάτευεν· ἑνδεκάτηι· τετάρτηι καὶ τριακοστῆι τῆς πρυταν- | |
| είας· τῶμ προέδρων ἐπεψήφιζεν Φίλυλλος Ἐλευσί· | |
| 5 | Δημοσθένης Δημοκλέους Λαμπτρεὺς εἶπεν· ἐπειδ- |
| ὴ Ἡρακλείδης Σαλαμίνιος διατελεῖ φιλοτιμούμ- | |
| ενος πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ ποιῶν ὅτι δ- | |
| ύ̣ναται ἀγαθὸν, καὶ πρότερόν τε ἐπέδωκεν ἐν τῆι σ- | |
| πανοσιτίαι ∶ΧΧΧ∶ μεδίμνους πυρῶν ∶𐅃∶ δράχμου- | |
| 10 | ς πρῶτος τῶν καταπλευσάντων ἐνπόρων· καὶ πάλιν |
| ὅ̣τε αἱ ἐπιδόσεις ἦσαν ἐπέδωκε ∶ΧΧΧ∶ δραχμὰς εἰ- | |
| ς σιτωνίαν, καὶ τὰ ἄλλα διατελεῖ εὔνους ὢν καὶ φι- | |
| λοτιμούμενος πρὸς τὸν δῆμον· δεδόχθαι τῶι δήμω- | |
| ι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλαμίνι- | |
| 15 | ον καὶ στεφανῶσαι χρυσῶι στεφ̣άνωι εὐνοίας ἕνεκ- |
| α καὶ φιλοτιμίας τῆς πρὸς τὸν δῆμον τὸν Ἀθηναίων· | |
| εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου | |
| τοῦ Ἀθηναίων αὐτὸν καὶ ἐγγόνους, εἶναι δ’ αὐτοῖς | |
| καὶ γῆς καὶ οἰκίας ἔγκτησιν κατὰ τὸν νόμον καὶ σ- | |
| 20 | τρατεύεσθαι αὐτοὺς τὰς στρατείας καὶ εἰσφέρε- |
| ιν τὰς εἰσφορὰς μετὰ Ἀθηναίων. ἀναγράψαι δὲ τόδ- | |
| ε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν | |
| καὶ τοὺς ἄλλους ἐπαίνους τοὺς γεγενημένους αὐ- | |
| τῶι ἐν στήληι λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει, ε- | |
| 25 | ἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμία- |
| ν ΔΔΔ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματ’ ἀναλισ- | |
| κομένων τῶι δήμωι. {²vacat}² | |
| Τηλέμαχος Θεανγέλου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ Ἡρ- | |
| ακλείδης Σαλαμίνιος ἐπέδωκεν τὸν σῖτον τῶι δή- | |
| 30 | μωι πεντέδραχμον πρῶτος τῶν καταπλευσάντων ἐ- |
| μπόρων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος, ἐψηφίσθαι τῶ- | |
| ι δήμωι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλ- | |
| αμίνιον καὶ στε̣φ̣ανῶσ̣αι αὐτὸν χρυσῶι στεφάνωι | |
| φιλοτιμίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίω- | |
| 35 | ν· ἐπειδὴ δὲ καταχθεὶς ὑπὸ Ἡρακλεωτῶν πλέων Ἀθή- |
| ναζε παρειρ̣έθη τὰ ἱστία ὑπ’ αὐτῶν, ἑλέσθαι πρεσβ- | |
| ευτὴν ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων, ὅστις ἀφικόμενος ε- | |
| ἰς Ἡράκλειαν ὡς Διονύσιον ἀξιώσει ἀποδοῦναι τ- | |
| ὰ ἱστία τὰ Ἡρακλείδου καὶ τὸ λοιπὸν μηδέν’ ἀδικε- | |
| 40 | ῖν τῶν Ἀθήναζε πλεόντων· καὶ ταῦτα ποιῶν τά τε δί- |
| καια ποιήσει καὶ οὐθενὸς ἀτυχήσει τοῦ δήμου τ[ο]ῦ Ἀ- | |
| [θηναίων] τῶν δικαίων· δοῦναι δὲ τῶι αἱρεθέντι πρεσβευ- | |
| τεῖ εἰς ἐφόδια τὸν ταμίαν τοῦ δήμου ∶𐅃∶ δραχμὰς ἐκ τῶ- | |
| ν κατὰ ψηφίσματ’ ἀναλισκομένων τῶι δήμωι. εἱρέθ- | |
| 45 | η πρεσβευτὴς Θηβαγένης Ἐλευσίνιος. {²vacat}² |
| Τηλέμαχος Θεαγγέλου Ἀχαρ εἶπεν· ἐψηφίσθαι τῶι | |
| δήμωι τὴν βουλὴν προβουλεύσασαν ἐξενεγκεῖν ε- | |
| ἰς τὴν πρώτην ἐκκλησίαν πε̣ρὶ Ἡρακλείδου καθότ- | |
| ι εὑρήσεται ἄν τι δύνηται ἀγαθὸν παρὰ τοῦ δήμου | |
| 50 | τοῦ Ἀθηναίων. {²vacat}² |
| Κηφισόδοτος Εὐαρχίδου Ἀχαρνεὺς εἶπεν· περὶ ὧν ὁ | |
| δῆμος προσέταξεν τῆι βουλῆι προβουλεῦσαι περ- | |
| ὶ Ἡρακλείδου τοῦ Σαλαμινίου, δεδόχθαι τῆι βουλ- | |
| ῆι, ἐπειδὴ Ἡρακλείδης καταπλεύσας Ἀθήναζε σῖτ- | |
| 55 | ον ἄγων ἐπέδωκεν τῶι δήμωι τρισχιλίους μεδίμν- |
| ους πέντε δραχμῶν ἕκαστον, τοὺς προέδρους οἳ ἂν λάχωσι- | |
| ν προεδρεύειν εἰς τὴν πρώτην ἐκκλησίαν προσαγα- | |
| γεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, | |
| γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμο- | |
| 60 | ν ὅτι δοκεῖ τῆι βουλεῖ ἐπαινέσαι Ἡρακλείδην Χα- |
| ρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρ- | |
| υσῶι στεφάνωι ἀπὸ 𐅅 δραχμῶν· εἶναι δ’ αὐτῶι καὶ εὑ- | |
| ρέσθαι παρὰ τοῦ δή̣μ̣ο̣υ̣ ὅτι ἂν δύνηται ἀγαθόν, ὅπως ἂ- | |
| ν καὶ οἱ ἄλλοι φιλοτιμῶνται εἰδότες, ὅτι τιμᾶι καὶ στεφανοῖ ἡ βουλὴ τοὺς φ[ι]- | |
| 65 | λοτιμουμένους. {²vacat}² |
| Φυλεὺς Παυσανίου Οἰναῖος εἶπεν· ἐπειδὴ Ἡρακλείδης Σαλαμίνιος καταπλευ- | |
| σας Ἀθήναζε σῖτον ἄγων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος ἐπέδωκεν τῶι δήμωι ΧΧΧ με- | |
| δίμνους 𐅃 δράχμους καὶ διὰ ταῦτα ὁ δῆμος ἐψηφίσατο αὐτῶι τὴν βουλὴν προβου- | |
| λεύσασαν ἐξενέγκειν εἰς τὸν δῆμον καθ’ ὅτι εὑρήσεται ἄν τι δύνηται ἀγαθὸν παρὰ | |
| 70 | τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ πάλιν ἐπ’ Εὐθυκρίτου ἄρχοντος ἐπέδωκεν τῶι (δήμωι) εἰς σιτωνίαν ΧΧΧ δ- |
| ραχμὰς, δεδόχθαι τῆι βουλῆι τοὺς προέδρους οἳ ἂν λάχωσι προε̣δ̣ρεύειν εἰς τὴν κυρίαν | |
| ἐκκλησίαν προσαγαγεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ- | |
| μβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἡρακλείδην | |
| Χαρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν· | |
| 75 | εἶναι δ’ αὐτῶι καὶ εὑρέσθαι ἀγαθὸ[ν πα]ρὰ τοῦ δήμου ὅτου ἂν δοκεῖ ἄξιος εἶναι, ὅπως |
| ἂν καὶ οἱ ἄλλοι ἐθέλωσι [ἑτοίμ]ω[ς εὐεργετεῖν τὴν βου]λ̣ὴ̣ν̣ καὶ τὸν δῆ[μ]ο[ν] ὁρῶντες | |
| τοὺς φιλοτιμουμέ[νους — — — — — — — — — — — — — — — — τὸν] δ̣ῆ̣μ̣ο̣ν̣ | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] π̣ά̣σ̣[α]ς | |
| Α[— — — — — — — — — — — — — — — — — — — — — — — — —] {²vacat}² | |
| 79a | {²in corona: in corona: in corona: in corona:}² |
| 80 | ὁ δῆμος ὁ δῆμος ἡ βουλή ἡ βουλή |