Honorific decrees for Androkles, a priest of Asklepios. Pedimental stele of white marble, in two joining fragments, broken at the bottom. Stoich. 34.
[ ]
Attica — Athens — Asklepieion — 328/7 BC — IG II² 354 — C.J. Schwenk, Athens (1985) 266, 54 — S.D. Lambert, in: Civic Priests (2012) 95, 3
See also:
| I.1 | [θε]οί· |
| [ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο- | |
| [κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ- | |
| [δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου | |
| 5 | [ἉγνούσιοςV ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι· ἕ̣- |
| [κτηι καὶ εἰκοστ]ῆι τῆς πρυτανείας· ἐκκλησ- | |
| [ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο- | |
| [ιάδης· ἔδοξεν τ]ῶι δήμωι· Προκλείδης Παντα- | |
| [․․․7․․․․ ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶ | |
| 10 | [δεδόχθαι τῶι δή]μωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι, |
| [ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε- | |
| [ρῶν τῶν τυθέντ]ων, ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ- | |
| [εὺς λαχὼ]ν̣ τ̣[ῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ] | |
| τε ἱεροῦ καὶ [τῶν] ἄλλων, ὧν αὐτῶι οἱ νόμοι πρ- | |
| 15 | οστάττουσιν, κα̣λ̣ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ- |
| όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ] | |
| τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]- | |
| ήσιμον γεγονέναι α[ὐ]τοῖς περὶ τὴν ἐπ[ιμέλ]- | |
| ειαν τοῦ θεάτρου, ἐπαιν[έ]σ[α]ι Ἀνδροκ[λέα Κλ]- | |
| 20 | εινίου ἐκ Κεραμέων τὸν ἱερ[έ]α τοῦ Ἀ[σκληπι]- |
| οῦ καὶ στεφανῶσαι αὐτόν, ἐπ[ειδ]ὰν τ[ὰς εὐθύ]- | |
| νας δῶι, χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ [δραχμῶν ἀ]- | |
| ρετῆς ἕνεκα καὶ δικαιοσύνης· κα[ὶ δοῦναι v] | |
| αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ ΔΔΔ [∶ δραχμὰς] | |
| 25 | εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσμ[ατα ἀν]- |
| αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμμ̣[ατέια] | |
| τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]- | |
| φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι] | |
| ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν] | |
| 30 | τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶ Δ] |
| [Δ]Δ ∶ δραχμάς, ὅθεν οἱ νόμοι κελεύουσι[ν. vvv] | |
| vacat 0,015 | |
| II.32 | Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπε̣[ν· περὶ] |
| [ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστε̣[ι λέγ]- | |
| [ε]ι περὶ τῶν ἱερῶν, ὧν ἔθυεν τῶι Ἀσκληπ̣[ιῶι v] | |
| 35 | [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτοῦ̣, [ἀγαθ]- |
| [ῆι] τ̣[ύχηι, ἐψηφί]σθαι [τῆ]ι βουλῆι τοὺς [προέδ]- | |
| [ρους, οἳ ἂν λάχωσι π]ρ̣[οε]δρεύειν ἐν τῶ[ι δήμωι] | |
| [εἰς τὴν πρώτην ἐκκλησί]αν, προσαγαγ[εῖν τὸ]- | |
| [ν ἱερέα εἰς τὸν δῆμον καὶ] χ̣ρηματίσα[ι αὐτῶι] | |
| 40 | [ἐν ἱεροῖς, γνώμην δὲ ξυμβά]λλεσθαι τῆ[ς βου]- |
| [λῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]- | |
| [ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν, ἃ ἀπαγγ[έλλει] | |
| [ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς ἐ̣[φ’ ὑγιεί]- | |
| [αι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου ․] | |
| [— — — — — — — — — — — — — — — — —] |