Honorific decrees for Androkles, a priest of Asklepios.  Pedimental stele of white marble, in two joining fragments, broken at the bottom. Stoich. 34.
[ ] Attica — Athens — Asklepieion — 328/7 BC — IG II² 354 — C.J. Schwenk, Athens (1985) 266, 54 — S.D. Lambert, in: Civic Priests (2012) 95, 3
I.1 [θε]οί·
[ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο-
[κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ-
[δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου
5 [ἉγνούσιοςV ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι· ἕ̣-
[κτηι καὶ εἰκοστ]ῆι τῆς πρυτανείας· ἐκκλησ-
[ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο-
[ιάδης· ἔδοξεν τ]ῶι δήμωι· Προκλείδης Παντα-
[․․․7․․․․ ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶
10 [δεδόχθαι τῶι δή]μωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι,
[ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε-
[ρῶν τῶν τυθέντ]ων, ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ-
[εὺς λαχὼ]ν̣ τ̣[ῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ]
τε ἱεροῦ καὶ [τῶν] ἄλλων, ὧν αὐτῶι οἱ νόμοι πρ-
15 οστάττουσιν, κα̣λ̣ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ-
όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ]
τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]-
ήσιμον γεγονέναι α[ὐ]τοῖς περὶ τὴν ἐπ[ιμέλ]-
ειαν τοῦ θεάτρου, ἐπαιν[έ]σ[α]ι Ἀνδροκ[λέα Κλ]-
20 εινίου ἐκ Κεραμέων τὸν ἱερ[έ]α τοῦ Ἀ[σκληπι]-
οῦ καὶ στεφανῶσαι αὐτόν, ἐπ[ειδ]ὰν τ[ὰς εὐθύ]-
νας δῶι, χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ [δραχμῶν ἀ]-
ρετῆς ἕνεκα καὶ δικαιοσύνης· κα[ὶ δοῦναι v]
αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ ΔΔΔ [∶ δραχμὰς]
25 εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσμ[ατα ἀν]-
αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμμ̣[ατέια]
τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]-
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι]
ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν]
30 τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶ Δ]
[Δ]Δ ∶ δραχμάς, ὅθεν οἱ νόμοι κελεύουσι[ν. vvv]
                              vacat 0,015
II.32 Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπε̣[ν· περὶ]
[ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστε̣[ι λέγ]-
[ε]ι περὶ τῶν ἱερῶν, ὧν ἔθυεν τῶι Ἀσκληπ̣[ιῶι v]
35 [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτοῦ̣, [ἀγαθ]-
[ῆι] τ̣[ύχηι, ἐψηφί]σθαι [τῆ]ι βουλῆι τοὺς [προέδ]-
[ρους, οἳ ἂν λάχωσι π]ρ̣[οε]δρεύειν ἐν τῶ[ι δήμωι]
[εἰς τὴν πρώτην ἐκκλησί]αν, προσαγαγ[εῖν τὸ]-
[ν ἱερέα εἰς τὸν δῆμον καὶ] χ̣ρηματίσα[ι αὐτῶι]
40 [ἐν ἱεροῖς, γνώμην δὲ ξυμβά]λλεσθαι τῆ[ς βου]-
[λῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]-
[ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν, ἃ ἀπαγγ[έλλει]
[ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς ἐ̣[φ’ ὑγιεί]-
[αι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου ․]
[— — — — — — — — — — — — — — — — —]
Search Help