Law against tyranny. Intact stele of white marble with relief. Stoich. 36.
[ ]
Attica — Athens — Agora — 337/6 BC — Hesperia 21 (1952) 355, 5 — Agora XVI 73 — Rhodes and Osborne, GHI (2003) 79
See also:
| 1 | ἐπὶ Φρυνίχου ἄρχοντος, ἐπὶ τῆς Λεωντίδος ἐν- |
| άτης πρυτανείας, ἧι Χαιρέστρατος Ἀμεινίου | |
| ἈχαρνεὺςVI ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή- | |
| φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ- | |
| 5 | τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
| ήμου τοῦ Ἀθηναίων, δεδόχθαι τοῖς νομοθέται- | |
| ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι | |
| ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ- | |
| ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν | |
| 10 | καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο- |
| κ<τ>είνηι, ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ- | |
| τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου καταλ- | |
| ελυμένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ- | |
| ήνησιν ἀνιέναι εἰς Ἄρειον πάγον μηδὲ συνκα- | |
| 15 | θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη- |
| δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ- | |
| ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ- | |
| ν βουλευτῶν τῶν ἐξ Ἀρείου πάγου εἰς Ἄρειον π- | |
| άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη- | |
| 20 | ι περί τινος, ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος |
| τὸ ἐξ ἐκείνου καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ | |
| καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν- | |
| δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ- | |
| ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ- | |
| 25 | ῆς εἰσόδου τῆς εἰς Ἄρειον πάγον τῆς εἰς τὸ βο- |
| υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία- | |
| ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν | |
| δοῦναι τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη- | |
| φίσματα ἀναλισκομένων τῶι δήμωι. vac. | |
| vacat 0,73 |