| 1 | ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος ἐν- |
| άτης πρυτανείας ἧι Χαιρέστρατος Ἀμεινίου | |
| Ἀχαρνεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή- | |
| φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ- | |
| 5 | τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
| ήμου τοῦ Ἀθηναίων· δεδόχθαι τοῖς νομοθέται- | |
| ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι | |
| ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ- | |
| ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν | |
| 10 | καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο- |
| κτείνηι ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ- | |
| τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου Πάγου καταλ- | |
| ελυ<μ>ένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ- | |
| ήνησιν ἀνιέναι εἰς Ἄρειον Πάγον μηδὲ συνκα- | |
| 15 | θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη- |
| δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ- | |
| ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ- | |
| ν βουλευτῶν τῶν ἐξ Ἀρείου Πάγου εἰς Ἄρειον Π- | |
| άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη- | |
| 20 | ι περί τινος ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος |
| τὸ ἐξ ἐκείνου καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ | |
| καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν- | |
| δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ- | |
| ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ- | |
| 25 | ῆς εἰσόδου τῆς εἰς Ἄρειον Πάγον̣ τῆς εἰς τὸ βο- |
| υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία- | |
| ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν | |
| δοῦναι τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη- | |
| φίσματα ἀναλισκομένων τῶι δήμωι. {²vacat}² | |
| 30 | {²vacat}² |